Mosaico decorativo

Found 27654 Results for: Τὸ

  • ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ ἢ τὰ ἔμπροσθεν ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια κάμηλοι ἑξακισχίλιαι ζεύγη βοῶν χίλια ὄνοι θήλειαι νομάδες χίλιαι (Jó 42, 12)

  • καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιωβ βελτίους αὐτῶν ἐν τῇ ὑπ’ οὐρανόν ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς (Jó 42, 15)

  • ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ καὶ εἶδεν Ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν (Jó 42, 16)

  • καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν (17a) γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ’ ὧν ὁ κύριος ἀνίστησιν (17b) οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ιδουμαίας καὶ Ἀραβίας προϋπῆρχεν δὲ αὐτῷ ὄνομα Ιωβαβ (17c) λαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱόν ᾧ ὄνομα Εννων ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρε τῶν Ησαυ υἱῶν υἱός μητρὸς δὲ Βοσορρας ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Αβρααμ (17d) καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ ἧς καὶ αὐτὸς ἦρξεν χώρας πρῶτος Βαλακ ὁ τοῦ Βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα μετὰ δὲ Βαλακ Ιωβαβ ὁ καλούμενος Ιωβ μετὰ δὲ τοῦτον Ασομ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας μετὰ δὲ τοῦτον Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ (17e) οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι Ελιφας τῶν Ησαυ υἱῶν Θαιμανων βασιλεύς Βαλδαδ ὁ Σαυχαίων τύραννος Σωφαρ ὁ Μιναίων βασιλεύς (Jó 42, 17)

  • ἀλλ’ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός (Salmos 1, 2)

  • καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται (Salmos 1, 3)

  • διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων (Salmos 1, 5)

  • παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ διάψαλμα (Salmos 2, 2)

  • διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν (Salmos 2, 3)

  • ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς (Salmos 2, 4)

  • τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς (Salmos 2, 5)

  • ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ (Salmos 2, 6)


"Se você fala das próprias virtudes para se exibir ou para vã ostentação perde todo o mérito." São Padre Pio de Pietrelcina