Found 27654 Results for: Τὸ
ἀπεκρίνατο λέγων πᾶσιν ὁ ἰωάννης, ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὖ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· (São Lucas 3, 16)
οὖ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. (São Lucas 3, 17)
πολλὰ μὲν οὗν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· (São Lucas 3, 18)
ὁ δὲ ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ ἡρῴδης, (São Lucas 3, 19)
προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν [καὶ] κατέκλεισεν τὸν ἰωάννην ἐν φυλακῇ. (São Lucas 3, 20)
ἐγένετο δὲ ἐν τῶ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν (São Lucas 3, 21)
καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῶ εἴδει ὡς περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. (São Lucas 3, 22)
καὶ αὐτὸς ἦν ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, ἰωσὴφ τοῦ ἠλὶ (São Lucas 3, 23)
τοῦ μαθθὰτ τοῦ λευὶ τοῦ μελχὶ τοῦ ἰανναὶ τοῦ ἰωσὴφ (São Lucas 3, 24)
τοῦ ματταθίου τοῦ ἀμὼς τοῦ ναοὺμ τοῦ ἑσλὶ τοῦ ναγγαὶ (São Lucas 3, 25)
τοῦ μάαθ τοῦ ματταθίου τοῦ σεμεῒν τοῦ ἰωσὴχ τοῦ ἰωδὰ (São Lucas 3, 26)
τοῦ ἰωανὰν τοῦ ῥησὰ τοῦ ζοροβαβὲλ τοῦ σαλαθιὴλ τοῦ νηρὶ (São Lucas 3, 27)