Found 27654 Results for: Τὸ
καὶ εὖρον αὐτὸν καὶ λέγουσιν αὐτῶ ὅτι πάντες ζητοῦσίν σε. (São Marcos 1, 37)
καὶ λέγει αὐτοῖς, ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξῆλθον. (São Marcos 1, 38)
καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν [καὶ γονυπετῶν] καὶ λέγων αὐτῶ ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. (São Marcos 1, 40)
καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῶ, θέλω, καθαρίσθητι· (São Marcos 1, 41)
καὶ εὐθὺς ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. (São Marcos 1, 42)
καὶ ἐμβριμησάμενος αὐτῶ εὐθὺς ἐξέβαλεν αὐτόν, (São Marcos 1, 43)
καὶ λέγει αὐτῶ, ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῶ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν μωϊσῆς, εἰς μαρτύριον αὐτοῖς. (São Marcos 1, 44)
ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω ἐπ᾽ ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν. (São Marcos 1, 45)
καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. (São Marcos 2, 2)
καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. (São Marcos 2, 3)
καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῶ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο. (São Marcos 2, 4)
τί οὖτος οὕτως λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; (São Marcos 2, 7)