Found 27654 Results for: Τὸ
καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσιν καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας (Ezequiel 29, 12)
τάδε λέγει κύριος μετὰ τεσσαράκοντα ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ (Ezequiel 29, 13)
καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Παθουρης ἐν τῇ γῇ ὅθεν ἐλήμφθησαν καὶ ἔσται ἀρχὴ ταπεινὴ (Ezequiel 29, 14)
παρὰ πάσας τὰς ἀρχάς οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσιν (Ezequiel 29, 15)
καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ισραηλ εἰς ἐλπίδα ἀναμιμνῄσκουσαν ἀνομίαν ἐν τῷ αὐτοὺς ἀκολουθῆσαι ὀπίσω αὐτῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος (Ezequiel 29, 16)
καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ πρώτου ἐγένετο λόγος κυρίου πρός με λέγων (Ezequiel 29, 17)
υἱὲ ἀνθρώπου Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπ’ αὐτήν (Ezequiel 29, 18)
τάδε λέγει κύριος κύριος ἰδοὺ δίδωμι τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ (Ezequiel 29, 19)
ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἧς ἐδούλευσεν ἐπὶ Τύρον δέδωκα αὐτῷ γῆν Αἰγύπτου τάδε λέγει κύριος κύριος (Ezequiel 29, 20)
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων (Ezequiel 30, 1)
ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου ἡμέρα πέρας ἐθνῶν ἔσται (Ezequiel 30, 3)
Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ (Ezequiel 30, 5)