Found 27654 Results for: Τὸ
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς (Jeremias 28, 36)
καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται (Jeremias 28, 37)
ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεθύσω αὐτούς ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι λέγει κύριος (Jeremias 28, 39)
καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ’ ἐρίφων (Jeremias 28, 40)
πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν (Jeremias 28, 41)
ἐγενήθησαν αἱ πόλεις αὐτῆς γῆ ἄνυδρος καὶ ἄβατος οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς οὐδὲ μὴ καταλύσῃ ἐν αὐτῇ υἱὸς ἀνθρώπου (Jeremias 28, 43)
καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς καὶ οὐ μὴ συναχθῶσιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη (Jeremias 28, 44)
ἀνασῳζόμενοι ἐκ γῆς πορεύεσθε καὶ μὴ ἵστασθε οἱ μακρόθεν μνήσθητε τοῦ κυρίου καὶ Ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν (Jeremias 28, 50)
ᾐσχύνθημεν ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν εἰς οἶκον κυρίου (Jeremias 28, 51)
διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι (Jeremias 28, 52)
ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς ἐπτόηται τὸ τόξον αὐτῶν ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοῖς κύριος ἀνταποδίδωσιν αὐτῇ τὴν ἀνταπόδοσιν (Jeremias 28, 56)
καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς λέγει ὁ βασιλεύς κύριος παντοκράτωρ ὄνομα αὐτῷ (Jeremias 28, 57)