Mosaico decorativo

Found 27654 Results for: Τὸ

  • νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ (Eclesiástico 31, 15)

  • παῦσαι πρῶτος χάριν παιδείας καὶ μὴ ἀπληστεύου μήποτε προσκόψῃς (Eclesiástico 31, 17)

  • ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει (Eclesiástico 31, 19)

  • ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ ἀνέστη πρωί καὶ ἡ ψυχὴ αὐτοῦ μετ’ αὐτοῦ πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου (Eclesiástico 31, 20)

  • ἄκουσόν μου τέκνον καὶ μὴ ἐξουδενήσῃς με καὶ ἐπ’ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ (Eclesiástico 31, 22)

  • λαμπρὸν ἐπ’ ἄρτοις εὐλογήσει χείλη καὶ ἡ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή (Eclesiástico 31, 23)

  • πονηρῷ ἐπ’ ἄρτῳ διαγογγύσει πόλις καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής (Eclesiástico 31, 24)

  • ἔφισον ζωῆς οἶνος ἀνθρώποις ἐὰν πίνῃς αὐτὸν ἐν μέτρῳ αὐτοῦ τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις (Eclesiástico 31, 27)

  • ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει (Eclesiástico 31, 31)

  • ἡγούμενόν σε κατέστησαν μὴ ἐπαίρου γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν φρόντισον αὐτῶν καὶ οὕτω κάθισον (Eclesiástico 32, 1)

  • καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε ἵνα εὐφρανθῇς δι’ αὐτοὺς καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον (Eclesiástico 32, 2)

  • ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει (Eclesiástico 32, 9)


"Deus não opera prodígios onde não há fé." São Padre Pio de Pietrelcina