Mosaico decorativo

Found 27654 Results for: Τὸ

  • ὅτι αὐτοὶ ἐπιτρέψαντες τοῦ ἀπιέναι καὶ μετὰ σπουδῆς προπέμψαντες αὐτοὺς διώξουσιν μεταμεληθέντες (Sabedoria 19, 2)

  • ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πένθη καὶ προσοδυρόμενοι τάφοις νεκρῶν ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας καὶ οὓς ἱκετεύοντες ἐξέβαλον τούτους ὡς φυγάδας ἐδίωκον (Sabedoria 19, 3)

  • εἷλκεν γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ τοῦτο τὸ πέρας ἀνάγκη καὶ τῶν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν ἵνα τὴν λείπουσαν ταῖς βασάνοις προσαναπληρώσωσιν κόλασιν (Sabedoria 19, 4)

  • καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν πειράσῃ ἐκεῖνοι δὲ ξένον εὕρωσι θάνατον (Sabedoria 19, 5)

  • ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίῳ γένει πάλιν ἄνωθεν διετυποῦτο ὑπηρετοῦσα ταῖς σαῖς ἐπιταγαῖς ἵνα οἱ σοὶ παῖδες φυλαχθῶσιν ἀβλαβεῖς (Sabedoria 19, 6)

  • ἡ τὴν παρεμβολὴν σκιάζουσα νεφέλη ἐκ δὲ προϋφεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐθεωρήθη ἐξ ἐρυθρᾶς θαλάσσης ὁδὸς ἀνεμπόδιστος καὶ χλοηφόρον πεδίον ἐκ κλύδωνος βιαίου (Sabedoria 19, 7)

  • ὡς γὰρ ἵπποι ἐνεμήθησαν καὶ ὡς ἀμνοὶ διεσκίρτησαν αἰνοῦντές σε κύριε τὸν ῥυσάμενον αὐτούς (Sabedoria 19, 9)

  • ἐμέμνηντο γὰρ ἔτι τῶν ἐν τῇ παροικίᾳ αὐτῶν πῶς ἀντὶ μὲν γενέσεως ζῴων ἐξήγαγεν ἡ γῆ σκνῖπα ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλῆθος βατράχων (Sabedoria 19, 10)

  • ἐφ’ ὑστέρῳ δὲ εἶδον καὶ γένεσιν νέαν ὀρνέων ὅτε ἐπιθυμίᾳ προαχθέντες ᾐτήσαντο ἐδέσματα τρυφῆς (Sabedoria 19, 11)

  • εἰς γὰρ παραμυθίαν ἐκ θαλάσσης ἀνέβη αὐτοῖς ὀρτυγομήτρα (Sabedoria 19, 12)

  • καὶ αἱ τιμωρίαι τοῖς ἁμαρτωλοῖς ἐπῆλθον οὐκ ἄνευ τῶν προγεγονότων τεκμηρίων τῇ βίᾳ τῶν κεραυνῶν δικαίως γὰρ ἔπασχον ταῖς ἰδίαις αὐτῶν πονηρίαις καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν (Sabedoria 19, 13)

  • οἱ μὲν γὰρ τοὺς ἀγνοοῦντας οὐκ ἐδέχοντο παρόντας οὗτοι δὲ εὐεργέτας ξένους ἐδουλοῦντο (Sabedoria 19, 14)


"O Senhor se comunica conosco à medida que nos libertamos do nosso apego aos sentidos, que sacrificamos nossa vontade própria." São Padre Pio de Pietrelcina