Found 27654 Results for: Τὸ
καὶ ἀνέστη Ιουδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ (I Macabeus 3, 1)
καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πάντες ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ καὶ ἐπολέμουν τὸν πόλεμον Ισραηλ μετ’ εὐφροσύνης (I Macabeus 3, 2)
καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ καὶ ἐνεδύσατο θώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ (I Macabeus 3, 3)
καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν (I Macabeus 3, 4)
καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισεν (I Macabeus 3, 5)
καὶ συνεστάλησαν ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ (I Macabeus 3, 6)
καὶ ἐπίκρανεν βασιλεῖς πολλοὺς καὶ εὔφρανεν τὸν Ιακωβ ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν (I Macabeus 3, 7)
καὶ ὠνομάσθη ἕως ἐσχάτου γῆς καὶ συνήγαγεν ἀπολλυμένους (I Macabeus 3, 9)
καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς τὸν Ισραηλ (I Macabeus 3, 10)
καὶ ἔγνω Ιουδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον (I Macabeus 3, 11)
καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ’ αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον (I Macabeus 3, 13)
καὶ εἶπεν ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ καὶ πολεμήσω τὸν Ιουδαν καὶ τοὺς σὺν αὐτῷ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως (I Macabeus 3, 14)