Found 9551 Results for: Τὸν
καὶ εἶπεν πρὸς αὐτόν, ἔξελθε ἐκ τῆς γῆς σου καὶ [ἐκ] τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω. (Atos dos Apóstolos 7, 3)
τότε ἐξελθὼν ἐκ γῆς χαλδαίων κατῴκησεν ἐν χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, (Atos dos Apóstolos 7, 4)
καὶ οὐκ ἔδωκεν αὐτῶ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῶ εἰς κατάσχεσιν αὐτὴν καὶ τῶ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῶ τέκνου. (Atos dos Apóstolos 7, 5)
καὶ ἔδωκεν αὐτῶ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ἰσαὰκ τὸν ἰακώβ, καὶ ἰακὼβ τοὺς δώδεκα πατριάρχας. (Atos dos Apóstolos 7, 8)
καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν ἰωσὴφ ἀπέδοντο εἰς αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετ᾽ αὐτοῦ, (Atos dos Apóstolos 7, 9)
καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῶ χάριν καὶ σοφίαν ἐναντίον φαραὼ βασιλέως αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ αἴγυπτον καὶ [ἐφ᾽] ὅλον τὸν οἶκον αὐτοῦ. (Atos dos Apóstolos 7, 10)
ἦλθεν δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν αἴγυπτον καὶ χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. (Atos dos Apóstolos 7, 11)
ἀκούσας δὲ ἰακὼβ ὄντα σιτία εἰς αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον· (Atos dos Apóstolos 7, 12)
ἀποστείλας δὲ ἰωσὴφ μετεκαλέσατο ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, (Atos dos Apóstolos 7, 14)
καὶ κατέβη ἰακὼβ εἰς αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, (Atos dos Apóstolos 7, 15)
ἄχρι οὖ ἀνέστη βασιλεὺς ἕτερος [ἐπ᾽ αἴγυπτον] ὃς οὐκ ᾔδει τὸν ἰωσήφ. (Atos dos Apóstolos 7, 18)
ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. (Atos dos Apóstolos 7, 21)