Found 7097 Results for: Τὴν
καὶ ἐπορεύθη Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν καὶ ἀπήγγειλαν τῷ Δαυιδ καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μααν καὶ ἤκουσεν Σαουλ καὶ κατεδίωξεν ὀπίσω Δαυιδ εἰς τὴν ἔρημον Μααν (I Samuel 23, 25)
καὶ ἄγγελος πρὸς Σαουλ ἦλθεν λέγων σπεῦδε καὶ δεῦρο ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γῆν (I Samuel 23, 27)
καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαουλ καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν (I Samuel 24, 8)
καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων κύριε βασιλεῦ καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ (I Samuel 24, 9)
καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων ἰδοὺ Δαυιδ ζητεῖ τὴν ψυχήν σου (I Samuel 24, 10)
καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις καὶ οὐχ ἡμάρτηκα εἰς σέ καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν (I Samuel 24, 12)
γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου (I Samuel 24, 16)
καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαουλ καὶ εἶπεν Σαουλ ἦ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ Σαουλ καὶ ἔκλαυσεν (I Samuel 24, 17)
καὶ ὤμοσεν Δαυιδ τῷ Σαουλ καὶ ἀπῆλθεν Σαουλ εἰς τὸν τόπον αὐτοῦ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν (I Samuel 24, 23)
καὶ ἀπέθανεν Σαμουηλ καὶ συναθροίζονται πᾶς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Αρμαθαιμ καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν (I Samuel 25, 1)
καὶ εἶπεν Δαυιδ τοῖς ἀνδράσιν αὐτοῦ ζώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀνέβησαν ὀπίσω Δαυιδ ὡς τετρακόσιοι ἄνδρες καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν (I Samuel 25, 13)
ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας ἃς ἤμεθα παρ’ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον (I Samuel 25, 16)