Mosaico decorativo

Found 20428 Results for: Τὰ

  • ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης, (Hebreus 7, 2)

  • καὶ οἱ μὲν ἐκ τῶν υἱῶν λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ᾽ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος ἀβραάμ· (Hebreus 7, 5)

  • ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν. (Hebreus 7, 6)

  • χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. (Hebreus 7, 7)

  • καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. (Hebreus 7, 8)

  • καὶ ὡς ἔπος εἰπεῖν, δι᾽ ἀβραὰμ καὶ λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται, (Hebreus 7, 9)

  • εἰ μὲν οὗν τελείωσις διὰ τῆς λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ᾽ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν ἀαρὼν λέγεσθαι; (Hebreus 7, 11)

  • μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. (Hebreus 7, 12)

  • ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾽ ἧς οὐδεὶς προσέσχηκεν τῶ θυσιαστηρίῳ· (Hebreus 7, 13)

  • πρόδηλον γὰρ ὅτι ἐξ ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν μωϊσῆς ἐλάλησεν. (Hebreus 7, 14)

  • καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος, (Hebreus 7, 15)

  • ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, (Hebreus 7, 16)


"O Santo Sacrifício da Missa é o sufrágio mais eficaz que ultrapassa todas as orações." São Padre Pio de Pietrelcina