Found 3696 Results for: Πρὸς
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν (Números 17, 1)
καὶ πρὸς Ελεαζαρ τὸν υἱὸν Ααρων τὸν ἱερέα ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ ὅτι ἡγίασαν (Números 17, 2)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων (Números 17, 9)
καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων λαβὲ τὸ πυρεῖον καὶ ἐπίθες ἐπ’ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ’ αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου ἦρκται θραύειν τὸν λαόν (Números 17, 11)
καὶ ἐπέστρεψεν Ααρων πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκόπασεν ἡ θραῦσις (Números 17, 15)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Números 17, 16)
καὶ ἐξήνεγκεν Μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ισραηλ καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ (Números 17, 24)
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἀπόθες τὴν ῥάβδον Ααρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ’ ἐμοῦ καὶ οὐ μὴ ἀποθάνωσιν (Números 17, 25)
καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Μωυσῆν λέγοντες ἰδοὺ ἐξανηλώμεθα ἀπολώλαμεν παρανηλώμεθα (Números 17, 27)
καὶ εἶπεν κύριος πρὸς Ααρων λέγων σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήμψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων καὶ σὺ καὶ οἱ υἱοί σου λήμψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν (Números 18, 1)
καὶ τοὺς ἀδελφούς σου φυλὴν Λευι δῆμον τοῦ πατρός σου προσαγάγου πρὸς σεαυτόν καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου (Números 18, 2)
καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς (Números 18, 3)