Found 30029 Results for: Οὐ
ἐάν τε γὰρ ζῶμεν, τῶ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῶ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὗν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν. (Romanos 14, 8)
εἰς τοῦτο γὰρ χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. (Romanos 14, 9)
σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῶ βήματι τοῦ θεοῦ· (Romanos 14, 10)
ἄρα [οὗν] ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει [τῶ θεῶ]. (Romanos 14, 12)
μηκέτι οὗν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῶ ἀδελφῶ ἢ σκάνδαλον. (Romanos 14, 13)
οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾽ ἑαυτοῦ· εἰ μὴ τῶ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. (Romanos 14, 14)
εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῶ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὖ χριστὸς ἀπέθανεν. (Romanos 14, 15)
μὴ βλασφημείσθω οὗν ὑμῶν τὸ ἀγαθόν. (Romanos 14, 16)
οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ· (Romanos 14, 17)
ὁ γὰρ ἐν τούτῳ δουλεύων τῶ χριστῶ εὐάρεστος τῶ θεῶ καὶ δόκιμος τοῖς ἀνθρώποις. (Romanos 14, 18)
ἄρα οὗν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους· (Romanos 14, 19)
μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῶ ἀνθρώπῳ τῶ διὰ προσκόμματος ἐσθίοντι. (Romanos 14, 20)