Mosaico decorativo

Found 30029 Results for: Οὐ

  • ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας _ εἶπεν τῶ παραλελυμένῳ, σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. (São Lucas 5, 24)

  • καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν. (São Lucas 5, 25)

  • καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον. (São Lucas 5, 26)

  • καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῶ, ἀκολούθει μοι. (São Lucas 5, 27)

  • καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτῶ. (São Lucas 5, 28)

  • καὶ ἐποίησεν δοχὴν μεγάλην λευὶς αὐτῶ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι. (São Lucas 5, 29)

  • καὶ ἐγόγγυζον οἱ φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; (São Lucas 5, 30)

  • καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς αὐτούς, οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· (São Lucas 5, 31)

  • οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. (São Lucas 5, 32)

  • οἱ δὲ εἶπαν πρὸς αὐτόν, οἱ μαθηταὶ ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν. (São Lucas 5, 33)

  • ὁ δὲ ἰησοῦς εἶπεν πρὸς αὐτούς, μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν ποιῆσαι νηστεῦσαι; (São Lucas 5, 34)

  • ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. (São Lucas 5, 35)


"Reze pelos infiéis, pelo Papa e por todas as necessidades espirituais da Santa Igreja." São Padre Pio de Pietrelcina