Found 17880 Results for: Οἱ
καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν Ισραηλ αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου (Números 25, 6)
καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες (Números 25, 9)
Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν Ισραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ζήλῳ μου (Números 25, 11)
τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου τοῦ πεπληγότος ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατριᾶς τῶν Συμεων (Números 25, 14)
καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ οἴκου πατριᾶς ἐστιν τῶν Μαδιαν (Números 25, 15)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων (Números 25, 16)
ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς (Números 25, 17)
ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογωρ (Números 25, 18)
λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ’ οἴκους πατριῶν αὐτῶν πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ (Números 26, 2)
ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου (Números 26, 4)
Ρουβην πρωτότοκος Ισραηλ υἱοὶ δὲ Ρουβην Ενωχ καὶ δῆμος τοῦ Ενωχ τῷ Φαλλου δῆμος τοῦ Φαλλουι (Números 26, 5)
οὗτοι δῆμοι Ρουβην καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα (Números 26, 7)