Mosaico decorativo

Found 17880 Results for: Οἱ

  • οὐκ ἐπίστευσαν οὗν οἱ ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος (São João 9, 18)

  • ἀπεκρίθησαν οὗν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, οἴδαμεν ὅτι οὖτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· (São João 9, 20)

  • πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. (São João 9, 21)

  • ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. (São João 9, 22)

  • διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε. (São João 9, 23)

  • ἐφώνησαν οὗν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῶ, δὸς δόξαν τῶ θεῶ· ἡμεῖς οἴδαμεν ὅτι οὖτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. (São João 9, 24)

  • ἀπεκρίθη οὗν ἐκεῖνος, εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. (São João 9, 25)

  • εἶπον οὗν αὐτῶ, τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; (São João 9, 26)

  • ἀπεκρίθη αὐτοῖς, εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; (São João 9, 27)

  • καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον, σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ μωϊσέως ἐσμὲν μαθηταί· (São João 9, 28)

  • ἡμεῖς οἴδαμεν ὅτι μωϊσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. (São João 9, 29)

  • ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. (São João 9, 30)


"Somente por meio de Jesus podemos esperar a salvação." São Padre Pio de Pietrelcina