Found 500 Results for: Μωυσής και φιδί του Μωυσή
οὗτοι οἱ λόγοι οὓς ἐλάλησεν Μωυσῆς παντὶ Ισραηλ πέραν τοῦ Ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς ἀνὰ μέσον Φαραν Τοφολ καὶ Λοβον καὶ Αυλων καὶ καταχρύσεα (Deuteronômio 1, 1)
καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ ἔτει ἐν τῷ ἑνδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐλάλησεν Μωυσῆς πρὸς πάντας υἱοὺς Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο κύριος αὐτῷ πρὸς αὐτούς (Deuteronômio 1, 3)
ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν γῇ Μωαβ ἤρξατο Μωυσῆς διασαφῆσαι τὸν νόμον τοῦτον λέγων (Deuteronômio 1, 5)
τότε ἀφώρισεν Μωυσῆς τρεῖς πόλεις πέραν τοῦ Ιορδάνου ἀπὸ ἀνατολῶν ἡλίου (Deuteronômio 4, 41)
οὗτος ὁ νόμος ὃν παρέθετο Μωυσῆς ἐνώπιον υἱῶν Ισραηλ (Deuteronômio 4, 44)
ταῦτα τὰ μαρτύρια καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἐν τῇ ἐρήμῳ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου (Deuteronômio 4, 45)
ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν φάραγγι ἐγγὺς οἴκου Φογωρ ἐν γῇ Σηων βασιλέως τῶν Αμορραίων ὃς κατῴκει ἐν Εσεβων οὓς ἐπάταξεν Μωυσῆς καὶ οἱ υἱοὶ Ισραηλ ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου (Deuteronômio 4, 46)
καὶ ἐκάλεσεν Μωυσῆς πάντα Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ἄκουε Ισραηλ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποιεῖν αὐτά (Deuteronômio 5, 1)
καὶ προσέταξεν Μωυσῆς καὶ ἡ γερουσία Ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον (Deuteronômio 27, 1)
καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ισραηλ λέγοντες σιώπα καὶ ἄκουε Ισραηλ ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου (Deuteronômio 27, 9)
καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων (Deuteronômio 27, 11)
οὗτοι οἱ λόγοι τῆς διαθήκης οὓς ἐνετείλατο κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Μωαβ πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρηβ (Deuteronômio 28, 69)