Found 11999 Results for: Με
ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν. (Atos dos Apóstolos 22, 5)
ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ δαμασκῶ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ, (Atos dos Apóstolos 22, 6)
ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι, σαοὺλ σαούλ, τί με διώκεις; (Atos dos Apóstolos 22, 7)
ἐγὼ δὲ ἀπεκρίθην, τίς εἶ, κύριε; εἶπέν τε πρός με, ἐγώ εἰμι ἰησοῦς ὁ ναζωραῖος ὃν σὺ διώκεις. (Atos dos Apóstolos 22, 8)
οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. (Atos dos Apóstolos 22, 9)
εἶπον δέ, τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με, ἀναστὰς πορεύου εἰς δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. (Atos dos Apóstolos 22, 10)
ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς δαμασκόν. (Atos dos Apóstolos 22, 11)
ἁνανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ἰουδαίων, (Atos dos Apóstolos 22, 12)
ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέν μοι, σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. (Atos dos Apóstolos 22, 13)
καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ. (Atos dos Apóstolos 22, 16)
ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῶ ἱερῶ γενέσθαι με ἐν ἐκστάσει (Atos dos Apóstolos 22, 17)
καὶ εἶπεν πρός με, πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. (Atos dos Apóstolos 22, 21)