Mosaico decorativo

Found 11999 Results for: Με

  • καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. (Atos dos Apóstolos 3, 8)

  • ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι αὐτὸς ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῶ συμβεβηκότι αὐτῶ. (Atos dos Apóstolos 3, 10)

  • κρατοῦντος δὲ αὐτοῦ τὸν πέτρον καὶ τὸν ἰωάννην συνέδραμεν πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ σολομῶντος ἔκθαμβοι. (Atos dos Apóstolos 3, 11)

  • ἰδὼν δὲ ὁ πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, ἄνδρες ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; (Atos dos Apóstolos 3, 12)

  • ὁ θεὸς ἀβραὰμ καὶ [ὁ θεὸς] ἰσαὰκ καὶ [ὁ θεὸς] ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· (Atos dos Apóstolos 3, 13)

  • ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, (Atos dos Apóstolos 3, 14)

  • τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὖ ἡμεῖς μάρτυρές ἐσμεν. (Atos dos Apóstolos 3, 15)

  • μετανοήσατε οὗν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, (Atos dos Apóstolos 3, 19)

  • ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστόν, ἰησοῦν, (Atos dos Apóstolos 3, 20)

  • ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος τῶν ἁγίων ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν. (Atos dos Apóstolos 3, 21)

  • μωϊσῆς μὲν εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. (Atos dos Apóstolos 3, 22)

  • καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. (Atos dos Apóstolos 3, 24)


"Desapegue-se daquilo que não é de Deus e não leva a Deus". São Padre Pio de Pietrelcina