Found 3104 Results for: Κύριος
ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς (Êxodo 10, 27)
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔτι μίαν πληγὴν ἐπάξω ἐπὶ Φαραω καὶ ἐπ’ Αἴγυπτον καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ἐντεῦθεν ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῇ (Êxodo 11, 1)
κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων καὶ ἔχρησαν αὐτοῖς καὶ ὁ ἄνθρωπος Μωυσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ (Êxodo 11, 3)
καὶ εἶπεν Μωυσῆς τάδε λέγει κύριος περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου (Êxodo 11, 4)
καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅπως εἰδῇς ὅσα παραδοξάσει κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ τοῦ Ισραηλ (Êxodo 11, 7)
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν οὐκ εἰσακούσεται ὑμῶν Φαραω ἵνα πληθύνων πληθύνω μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ (Êxodo 11, 9)
Μωυσῆς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραω ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου (Êxodo 11, 10)
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν γῇ Αἰγύπτου λέγων (Êxodo 12, 1)
καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν ἐγὼ κύριος (Êxodo 12, 12)
καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ’ ἀμφοτέρων τῶν σταθμῶν καὶ παρελεύσεται κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλεθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι (Êxodo 12, 23)
ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γῆν ἣν ἂν δῷ κύριος ὑμῖν καθότι ἐλάλησεν φυλάξεσθε τὴν λατρείαν ταύτην (Êxodo 12, 25)
καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων οὕτως ἐποίησαν (Êxodo 12, 28)