Found 3104 Results for: Κύριος
καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσιν πρὸς αὐτὸν πυθέσθαι παρ’ αὐτοῦ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τῆς γῆς καὶ ἐγκατέλιπεν αὐτὸν κύριος τοῦ πειράσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ (II Crônicas 32, 31)
καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν οὓς ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ (II Crônicas 33, 2)
καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ κυρίου οὗ εἶπεν κύριος ἐν Ιερουσαλημ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα (II Crônicas 33, 4)
καὶ ἐπλάνησεν Μανασσης τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη ἃ ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ (II Crônicas 33, 9)
καὶ ἐλάλησεν κύριος ἐπὶ Μανασση καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ οὐκ ἐπήκουσαν (II Crônicas 33, 10)
καὶ ἤγαγεν κύριος ἐπ’ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ασσουρ καὶ κατέλαβον τὸν Μανασση ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα (II Crônicas 33, 11)
καὶ προσηύξατο πρὸς αὐτόν καὶ ἐπήκουσεν αὐτοῦ καὶ ἐπήκουσεν τῆς βοῆς αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ιερουσαλημ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἔγνω Μανασσης ὅτι κύριος αὐτός ἐστιν ὁ θεός (II Crônicas 33, 13)
πλὴν ὁ λαὸς ἔτι ἐπὶ τῶν ὑψηλῶν πλὴν κύριος ὁ θεὸς αὐτῶν (II Crônicas 33, 17)
καὶ εἶπεν αὐτοῖς οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με (II Crônicas 34, 23)
οὕτως λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως Ιουδα (II Crônicas 34, 24)
καὶ ἐπὶ βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμᾶς τοῦ ζητῆσαι τὸν κύριον οὕτως ἐρεῖτε αὐτῷ οὕτως λέγει κύριος ὁ θεὸς Ισραηλ τοὺς λόγους οὓς ἤκουσας (II Crônicas 34, 26)
καὶ ἐνετράπη ἡ καρδία σου καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὸν καὶ ἐταπεινώθης ἐναντίον μου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας κατεναντίον μου καὶ ἐγὼ ἤκουσά φησιν κύριος (II Crônicas 34, 27)