Found 27855 Results for: Καὶ
καὶ διαιρεθήσεται Ισραηλ εἰς δύο καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός (I Samuel 15, 29)
καὶ εἶπεν Σαουλ ἡμάρτηκα ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ’ ἐμοῦ καὶ προσκυνήσω τῷ κυρίῳ θεῷ σου (I Samuel 15, 30)
καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ καὶ προσεκύνησεν τῷ κυρίῳ (I Samuel 15, 31)
καὶ εἶπεν Σαμουηλ προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ καὶ προσῆλθεν πρὸς αὐτὸν Αγαγ τρέμων καὶ εἶπεν Αγαγ εἰ οὕτως πικρὸς ὁ θάνατος (I Samuel 15, 32)
καὶ εἶπεν Σαμουηλ πρὸς Αγαγ καθότι ἠτέκνωσεν γυναῖκας ἡ ῥομφαία σου οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου καὶ ἔσφαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον κυρίου ἐν Γαλγαλ (I Samuel 15, 33)
καὶ ἀπῆλθεν Σαμουηλ εἰς Αρμαθαιμ καὶ Σαουλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα (I Samuel 15, 34)
καὶ οὐ προσέθετο Σαμουηλ ἔτι ἰδεῖν τὸν Σαουλ ἕως ἡμέρας θανάτου αὐτοῦ ὅτι ἐπένθει Σαμουηλ ἐπὶ Σαουλ καὶ κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ (I Samuel 15, 35)
καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαουλ κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ισραηλ πλῆσον τὸ κέρας σου ἐλαίου καὶ δεῦρο ἀποστείλω σε πρὸς Ιεσσαι ἕως εἰς Βηθλεεμ ὅτι ἑόρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλεύειν (I Samuel 16, 1)
καὶ εἶπεν Σαμουηλ πῶς πορευθῶ καὶ ἀκούσεται Σαουλ καὶ ἀποκτενεῖ με καὶ εἶπεν κύριος δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς θῦσαι τῷ κυρίῳ ἥκω (I Samuel 16, 2)
καὶ καλέσεις τὸν Ιεσσαι εἰς τὴν θυσίαν καὶ γνωριῶ σοι ἃ ποιήσεις καὶ χρίσεις ὃν ἐὰν εἴπω πρὸς σέ (I Samuel 16, 3)
καὶ ἐποίησεν Σαμουηλ πάντα ἃ ἐλάλησεν αὐτῷ κύριος καὶ ἦλθεν εἰς Βηθλεεμ καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν εἰρήνη ἡ εἴσοδός σου ὁ βλέπων (I Samuel 16, 4)
καὶ εἶπεν εἰρήνη θῦσαι τῷ κυρίῳ ἥκω ἁγιάσθητε καὶ εὐφράνθητε μετ’ ἐμοῦ σήμερον καὶ ἡγίασεν τὸν Ιεσσαι καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν (I Samuel 16, 5)