Found 27855 Results for: Καὶ
ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ σύνδησον παιδείαν καὶ ἀποκρίθητι (Eclesiástico 33, 4)
τροχὸς ἁμάξης σπλάγχνα μωροῦ καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ (Eclesiástico 33, 5)
διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ’ ἡλίου (Eclesiástico 33, 7)
ἐν γνώσει κυρίου διεχωρίσθησαν καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς (Eclesiástico 33, 8)
ἀπ’ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν (Eclesiástico 33, 9)
καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους καὶ ἐκ γῆς ἐκτίσθη Αδαμ (Eclesiástico 33, 10)
ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν (Eclesiástico 33, 11)
ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν ἀπ’ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν (Eclesiástico 33, 12)
ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός (Eclesiástico 33, 14)
καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου δύο δύο ἓν κατέναντι τοῦ ἑνός (Eclesiástico 33, 15)
ἐν εὐλογίᾳ κυρίου ἔφθασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν (Eclesiástico 33, 17)
ἀκούσατέ μου μεγιστᾶνες λαοῦ καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε (Eclesiástico 33, 19)