Found 27855 Results for: Καὶ
Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος ἔφιππος ἀνὴρ καὶ καρτερός εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισα (II Macabeus 12, 35)
τῶν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου (II Macabeus 12, 36)
τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ιουδαν καθ’ ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους (II Macabeus 12, 39)
πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τὰ κεκρυμμένα φανερὰ ποιοῦντος (II Macabeus 12, 41)
ποιησάμενός τε κατ’ ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος (II Macabeus 12, 43)
εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι (II Macabeus 12, 44)
εἶτε’ ἐμβλέπων τοῖς μετ’ εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τῆς ἁμαρτίας ἀπολυθῆναι (II Macabeus 12, 45)
τῷ δὲ ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Ἀντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν Ιουδαίαν (II Macabeus 13, 1)
καὶ σὺν αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων ἕκαστον ἔχοντα δύναμιν Ἑλληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππέων πεντακισχιλίους τριακοσίους καὶ ἐλέφαντας εἴκοσι δύο ἅρματα δὲ δρεπανηφόρα τριακόσια (II Macabeus 13, 2)
συνέμειξεν δὲ αὐτοῖς καὶ Μενέλαος καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν Ἀντίοχον οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι (II Macabeus 13, 3)
ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρεν τὸν θυμὸν τοῦ Ἀντιόχου ἐπὶ τὸν ἀλιτήριον καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν προσέταξεν ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ προσαπολέσαι ἀγαγόντας εἰς Βέροιαν (II Macabeus 13, 4)
πάνυ δικαίως ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο (II Macabeus 13, 8)