Found 27855 Results for: Καὶ
ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν καὶ λέγουσιν οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν (I Macabeus 10, 72)
καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ ὅπου οὐκ ἔστιν λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν (I Macabeus 10, 73)
ὡς δὲ ἤκουσεν Ιωναθαν τῶν λόγων Ἀπολλωνίου ἐκινήθη τῇ διανοίᾳ καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρῶν καὶ ἐξῆλθεν ἐξ Ιερουσαλημ καὶ συνήντησεν αὐτῷ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτῷ (I Macabeus 10, 74)
καὶ παρενέβαλεν ἐπὶ Ιοππην καὶ ἀπέκλεισαν αὐτὴν οἱ ἐκ τῆς πόλεως ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ιοππη καὶ ἐπολέμησαν αὐτήν (I Macabeus 10, 75)
καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως καὶ ἐκυρίευσεν Ιωναθαν Ιοππης (I Macabeus 10, 76)
καὶ ἤκουσεν Ἀπολλώνιος καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ’ αὐτῇ (I Macabeus 10, 77)
καὶ κατεδίωξεν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον (I Macabeus 10, 78)
καὶ ἀπέλιπεν Απολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισθεν αὐτῶν (I Macabeus 10, 79)
καὶ ἔγνω Ιωναθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης (I Macabeus 10, 80)
ὁ δὲ λαὸς εἱστήκει καθὼς ἐπέταξεν Ιωναθαν καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν (I Macabeus 10, 81)
καὶ εἵλκυσεν Σιμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψεν πρὸς τὴν φάλαγγα ἡ γὰρ ἵππος ἐξελύθη καὶ συνετρίβησαν ὑπ’ αὐτοῦ καὶ ἔφυγον (I Macabeus 10, 82)
καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ καὶ ἔφυγον εἰς Ἄζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγων τὸ εἰδώλιον αὐτῶν τοῦ σωθῆναι (I Macabeus 10, 83)