Mosaico decorativo

Found 670 Results for: Ιούδα Φυλή

  • καὶ ἐβόησαν ἄνδρες Ιουδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ιουδα καὶ κύριος ἐπάταξεν τὸν Ιεροβοαμ καὶ τὸν Ισραηλ ἐναντίον Αβια καὶ Ιουδα (II Crônicas 13, 15)

  • καὶ ἔφυγον οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Ιουδα καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας αὐτῶν (II Crônicas 13, 16)

  • καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ κατίσχυσαν οἱ υἱοὶ Ιουδα ὅτι ἤλπισαν ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν (II Crônicas 13, 18)

  • καὶ ἀπέθανεν Αβια μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ασα υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ ἐν ταῖς ἡμέραις Ασα ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δέκα (II Crônicas 13, 23)

  • καὶ εἶπεν τῷ Ιουδα ἐκζητῆσαι τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς (II Crônicas 14, 3)

  • καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν πόλεων Ιουδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα καὶ εἰρήνευσεν (II Crônicas 14, 4)

  • πόλεις τειχήρεις ἐν γῇ Ιουδα ὅτι εἰρήνευσεν ἡ γῆ καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσιν τούτοις ὅτι κατέπαυσεν αὐτῷ κύριος (II Crônicas 14, 5)

  • καὶ εἶπεν τῷ Ιουδα οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς ἐν ᾧ τῆς γῆς κυριεύσομεν ὅτι καθὼς ἐξεζητήσαμεν κύριον θεὸν ἡμῶν ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐόδωσεν ἡμῖν (II Crônicas 14, 6)

  • καὶ ἐγένετο τῷ Ασα δύναμις ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ιουδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμιν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες πάντες οὗτοι πολεμισταὶ δυνάμεως (II Crônicas 14, 7)

  • καὶ ἐπάταξεν κύριος τοὺς Αἰθίοπας ἐναντίον Ιουδα καὶ ἔφυγον οἱ Αἰθίοπες (II Crônicas 14, 11)

  • καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ασα καὶ παντὶ Ιουδα καὶ Βενιαμιν καὶ εἶπεν ἀκούσατέ μου Ασα καὶ πᾶς Ιουδα καὶ Βενιαμιν κύριος μεθ’ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ’ αὐτοῦ καὶ ἐὰν ἐκζητήσητε αὐτόν εὑρεθήσεται ὑμῖν καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν ἐγκαταλείψει ὑμᾶς (II Crônicas 15, 2)

  • καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Αδαδ τοῦ προφήτου καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ιουδα καὶ Βενιαμιν καὶ ἀπὸ τῶν πόλεων ὧν κατέσχεν ἐν ὄρει Εφραιμ καὶ ἐνεκαίνισεν τὸ θυσιαστήριον κυρίου ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ κυρίου (II Crônicas 15, 8)


"Sigamos o caminho que nos conduz a Deus." São Padre Pio de Pietrelcina