Mosaico decorativo

Found 11889 Results for: Εἷς

  • ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν παῦλον καὶ τὸν σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, (Atos dos Apóstolos 16, 19)

  • πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῶ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· (Atos dos Apóstolos 16, 23)

  • ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον. (Atos dos Apóstolos 16, 24)

  • ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. (Atos dos Apóstolos 16, 26)

  • αἰτήσας δὲ φῶτα εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος προσέπεσεν τῶ παύλῳ καὶ [τῶ] σιλᾷ, (Atos dos Apóstolos 16, 29)

  • ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῶ θεῶ. (Atos dos Apóstolos 16, 34)

  • ὁ δὲ παῦλος ἔφη πρὸς αὐτούς, δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν. (Atos dos Apóstolos 16, 37)

  • ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα. ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι ῥωμαῖοί εἰσιν, (Atos dos Apóstolos 16, 38)

  • ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν λυδίαν, καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν. (Atos dos Apóstolos 16, 40)

  • διοδεύσαντες δὲ τὴν ἀμφίπολιν καὶ τὴν ἀπολλωνίαν ἦλθον εἰς θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν ἰουδαίων. (Atos dos Apóstolos 17, 1)

  • κατὰ δὲ τὸ εἰωθὸς τῶ παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, (Atos dos Apóstolos 17, 2)

  • καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῶ παύλῳ καὶ τῶ σιλᾷ, τῶν τε σεβομένων ἑλλήνων πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. (Atos dos Apóstolos 17, 4)


"Nunca se canse de rezar e de ensinar a rezar." São Padre Pio de Pietrelcina