Mosaico decorativo

Found 11889 Results for: Εἰς

  • καὶ τὸ ἱλαστῆριον πηχῶν δέκα τεσσάρων τὸ μῆκος ἐπὶ πήχεις δέκα τέσσαρας τὸ εὖρος ἐπὶ τέσσαρα μέρη αὐτοῦ καὶ τὸ γεῖσος αὐτῷ κυκλόθεν κυκλούμενον αὐτῷ ἥμισυ πήχεος καὶ τὸ κύκλωμα αὐτοῦ πῆχυς κυκλόθεν καὶ οἱ κλιμακτῆρες αὐτοῦ βλέποντες κατ’ ἀνατολάς (Ezequiel 43, 17)

  • καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευίταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδουκ τοῖς ἐγγίζουσι πρός με λέγει κύριος ὁ θεός τοῦ λειτουργεῖν μοι μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας (Ezequiel 43, 19)

  • καὶ προσοίσετε ἐναντίον κυρίου καὶ ἐπιρρίψουσιν οἱ ἱερεῖς ἐπ’ αὐτὰ ἅλα καὶ ἀνοίσουσιν αὐτὰ ὁλοκαυτώματα τῷ κυρίῳ (Ezequiel 43, 24)

  • ἑπτὰ ἡμέρας ποιήσεις ἔριφον ὑπὲρ ἁμαρτίας καθ’ ἡμέραν καὶ μόσχον ἐκ βοῶν καὶ κριὸν ἐκ προβάτων ἄμωμα ποιήσουσιν (Ezequiel 43, 25)

  • καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν καὶ προσδέξομαι ὑμᾶς λέγει κύριος (Ezequiel 43, 27)

  • καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατ’ ἀνατολάς καὶ αὕτη ἦν κεκλεισμένη (Ezequiel 44, 1)

  • καὶ εἶπεν κύριος πρός με ἡ πύλη αὕτη κεκλεισμένη ἔσται οὐκ ἀνοιχθήσεται καὶ οὐδεὶς μὴ διέλθῃ δι’ αὐτῆς ὅτι κύριος ὁ θεὸς τοῦ Ισραηλ εἰσελεύσεται δι’ αὐτῆς καὶ ἔσται κεκλεισμένη (Ezequiel 44, 2)

  • διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐναντίον κυρίου κατὰ τὴν ὁδὸν αιλαμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται (Ezequiel 44, 3)

  • καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος κυρίου καὶ πίπτω ἐπὶ πρόσωπόν μου (Ezequiel 44, 4)

  • καὶ εἶπεν κύριος πρός με υἱὲ ἀνθρώπου τάξον εἰς τὴν καρδίαν σου καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου καὶ τοῖς ὠσίν σου ἄκουε πάντα ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ κατὰ πάντα τὰ προστάγματα οἴκου κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτοῦ καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ ἐν πᾶσι τοῖς ἁγίοις (Ezequiel 44, 5)

  • καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα πρὸς τὸν οἶκον τοῦ Ισραηλ τάδε λέγει κύριος ὁ θεός ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν οἶκος Ισραηλ (Ezequiel 44, 6)

  • τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς ἀπεριτμήτους καρδίᾳ καὶ ἀπεριτμήτους σαρκὶ τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου καὶ ἐβεβήλουν αὐτὰ ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους στέαρ καὶ αἷμα καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν (Ezequiel 44, 7)


"É sempre necessário ir para a frente, nunca para trás, na vida espiritual." São Padre Pio de Pietrelcina