Found 11889 Results for: Εἰς
θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος καὶ ἐκάθισεν πραεῖς ἀντ’ αὐτῶν (Eclesiástico 10, 14)
τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ (Eclesiástico 10, 29)
πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων (Eclesiástico 11, 6)
τέκνον μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου ἐὰν πληθύνῃς οὐκ ἀθῳωθήσῃ καὶ ἐὰν διώκῃς οὐ μὴ καταλάβῃς καὶ οὐ μὴ ἐκφύγῃς διαδράς (Eclesiástico 11, 10)
ἔστιν νωθρὸς προσδεόμενος ἀντιλήμψεως ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει καὶ οἱ ὀφθαλμοὶ κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ (Eclesiástico 11, 12)
δόσις κυρίου παραμένει εὐσεβέσιν καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται (Eclesiástico 11, 17)
μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου (Eclesiástico 11, 29)
τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον (Eclesiástico 11, 31)
ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει (Eclesiástico 11, 32)
πρόσεχε ἀπὸ κακούργου πονηρὰ γὰρ τεκταίνει μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι (Eclesiástico 11, 33)
ἐὰν εὖ ποιῇς γνῶθι τίνι ποιεῖς καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου (Eclesiástico 12, 1)
εὖ ποίησον εὐσεβεῖ καὶ εὑρήσεις ἀνταπόδομα καὶ εἰ μὴ παρ’ αὐτοῦ ἀλλὰ παρὰ τοῦ ὑψίστου (Eclesiástico 12, 2)