Found 11889 Results for: Εἰς
καὶ νῦν τίνες ἐστὲ ὑμεῖς οἳ ἐπειράσατε τὸν θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον καὶ ἵστατε ὑπὲρ τοῦ θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων (Judite 8, 12)
ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς κυρίου τοῦ θεοῦ ἡμῶν ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεὸς ἀπειληθῆναι οὐδ’ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι (Judite 8, 16)
διόπερ ἀναμένοντες τὴν παρ’ αὐτοῦ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν ἐὰν ᾖ αὐτῷ ἀρεστόν (Judite 8, 17)
ὧν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν (Judite 8, 19)
ἡμεῖς δὲ ἕτερον θεὸν οὐκ ἔγνωμεν πλὴν αὐτοῦ ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς οὐδ’ ἀπὸ τοῦ γένους ἡμῶν (Judite 8, 20)
καὶ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεφαλὴν ἡμῶν ἐν τοῖς ἔθνεσιν οὗ ἐὰν δουλεύσωμεν ἐκεῖ καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς (Judite 8, 22)
ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμῶν εἰς χάριν ἀλλ’ εἰς ἀτιμίαν θήσει αὐτὴν κύριος ὁ θεὸς ἡμῶν (Judite 8, 23)
ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν ἀλλ’ εἰς νουθέτησιν μαστιγοῖ κύριος τοὺς ἐγγίζοντας αὐτῷ (Judite 8, 27)
καὶ νῦν δεήθητι περὶ ἡμῶν ὅτι γυνὴ εὐσεβὴς εἶ καὶ ἀποστελεῖ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν καὶ οὐκ ἐκλείψομεν ἔτι (Judite 8, 31)
καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατέ μου καὶ ποιήσω πρᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν (Judite 8, 32)
ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου καὶ ἐν ταῖς ἡμέραις μεθ’ ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐπισκέψεται κύριος τὸν Ισραηλ ἐν χειρί μου (Judite 8, 33)
ὑμεῖς δὲ οὐκ ἐξερευνήσετε τὴν πρᾶξίν μου οὐ γὰρ ἐρῶ ὑμῖν ἕως τοῦ τελεσθῆναι ἃ ἐγὼ ποιῶ (Judite 8, 34)