Found 11889 Results for: Εἰς
καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν τοῖς βασιλεῦσιν τῆς γῆς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας (Esdras 8, 74)
ἡ γῆ εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν (Esdras 8, 80)
σὺ γάρ κύριε ἐκούφισας τὰς ἁμαρτίας ἡμῶν καὶ ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς (Esdras 8, 84)
καὶ φωνήσας Ιεχονιας Ιεηλου τῶν υἱῶν Ισραηλ εἶπεν Εσδρα ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς καὶ νῦν ἐστιν ἐλπὶς τῷ Ισραηλ (Esdras 8, 89)
ἀναστὰς ἐπιτέλει πρὸς σὲ γὰρ τὸ πρᾶγμα καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν (Esdras 8, 91)
καὶ ἀναστὰς Εσδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ιωαναν τοῦ Ελιασιβου (Esdras 9, 1)
καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους (Esdras 9, 2)
καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας συναχθῆναι εἰς Ιερουσαλημ (Esdras 9, 3)
καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἐν τρισὶν ἡμέραις εἰς Ιερουσαλημ οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός (Esdras 9, 5)
καὶ ἀναστὰς Εσδρας εἶπεν αὐτοῖς ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναῖκας ἀλλογενεῖς τοῦ προσθεῖναι ἁμαρτίαν τῷ Ισραηλ (Esdras 9, 7)
στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς παραγενηθήτωσαν λαβόντες χρόνον (Esdras 9, 12)
καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός (Esdras 9, 17)