Found 11889 Results for: Εἰς
καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν (Deuteronômio 23, 12)
καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω καὶ ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ (Deuteronômio 23, 14)
οὐ παραδώσεις παῖδα τῷ κυρίῳ αὐτοῦ ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ (Deuteronômio 23, 16)
μετὰ σοῦ κατοικήσει ἐν ὑμῖν κατοικήσει ἐν παντὶ τόπῳ οὗ ἐὰν ἀρέσῃ αὐτῷ οὐ θλίψεις αὐτόν (Deuteronômio 23, 17)
οὐ προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου πρὸς πᾶσαν εὐχήν ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν καὶ ἀμφότερα (Deuteronômio 23, 19)
οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος οὗ ἂν ἐκδανείσῃς (Deuteronômio 23, 20)
τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν (Deuteronômio 23, 21)
ἐὰν δὲ εὔξῃ εὐχὴν κυρίῳ τῷ θεῷ σου οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν ὅτι ἐκζητῶν ἐκζητήσει κύριος ὁ θεός σου παρὰ σοῦ καὶ ἔσται ἐν σοὶ ἁμαρία (Deuteronômio 23, 22)
τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ καὶ ποιήσεις ὃν τρόπον εὔξω κυρίῳ τῷ θεῷ σου δόμα ὃ ἐλάλησας τῷ στόματί σου (Deuteronômio 23, 24)
ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου καὶ συλλέξεις ἐν ταῖς χερσίν σου στάχυς καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου (Deuteronômio 23, 25)
ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου φάγῃ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς (Deuteronômio 23, 26)
ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ (Deuteronômio 24, 1)