Found 11645 Results for: Δὲ
ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους. (São Lucas 5, 3)
ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν σίμωνα, ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. (São Lucas 5, 4)
καὶ ἀποκριθεὶς σίμων εἶπεν, ἐπιστάτα, δι᾽ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῶ ῥήματί σου χαλάσω τὰ δίκτυα. (São Lucas 5, 5)
καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, διερρήσσετο δὲ τὰ δίκτυα αὐτῶν. (São Lucas 5, 6)
ἰδὼν δὲ σίμων πέτρος προσέπεσεν τοῖς γόνασιν ἰησοῦ λέγων, ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· (São Lucas 5, 8)
ὁμοίως δὲ καὶ ἰάκωβον καὶ ἰωάννην υἱοὺς ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῶ σίμωνι. καὶ εἶπεν πρὸς τὸν σίμωνα ὁ ἰησοῦς, μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. (São Lucas 5, 10)
καὶ ἐγένετο ἐν τῶ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ἰδὼν δὲ τὸν ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων, κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. (São Lucas 5, 12)
καὶ αὐτὸς παρήγγειλεν αὐτῶ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῶ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν μωϊσῆς, εἰς μαρτύριον αὐτοῖς. (São Lucas 5, 14)
διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· (São Lucas 5, 15)
αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος. (São Lucas 5, 16)
ἐπιγνοὺς δὲ ὁ ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; (São Lucas 5, 22)
ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας _ εἶπεν τῶ παραλελυμένῳ, σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. (São Lucas 5, 24)