Found 2356 Results for: Αὐτὸν
διό δέσποτα κύριε μὴ παρέλθῃς τὸν λόγον αὐτοῦ ἀλλὰ κατάθου αὐτὸν ἐν τῇ καρδίᾳ σου ὅτι ἐστὶν ἀληθής οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν οὐ κατισχύει ῥομφαία ἐπ’ αὐτούς ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν θεὸν αὐτῶν (Judite 11, 10)
καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιθ καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου ὅτι πᾶν ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστόν σπεύσασα ποιήσω καὶ ἔσται τοῦτό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου (Judite 12, 14)
καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς ἰδοὺ ἡ κεφαλὴ Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως Ασσουρ καὶ ἰδοὺ τὸ κωνώπιον ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας (Judite 13, 15)
καὶ ζῇ κύριος ὃς διεφύλαξέν με ἐν τῇ ὁδῷ μου ᾗ ἐπορεύθην ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ’ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην (Judite 13, 16)
πρὸ δὲ τοῦ ποιῆσαι ταῦτα καλέσατέ μοι Αχιωρ τὸν Αμμανίτην ἵνα ἰδὼν ἐπιγνοῖ τὸν ἐκφαυλίσαντα τὸν οἶκον τοῦ Ισραηλ καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμᾶς (Judite 14, 5)
καὶ εἰσῆλθεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς ὑπενόει γὰρ καθεύδειν αὐτὸν μετὰ Ιουδιθ (Judite 14, 14)
ὡς δ’ οὐθεὶς ἐπήκουσεν διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐρριμμένον νεκρόν καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφῄρητο ἀπ’ αὐτοῦ (Judite 14, 15)
εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτὸν βασιλεύειν αὐτὴν καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα καὶ δεῖξαι αὐτὴν πᾶσιν τοῖς ἄρχουσιν καὶ τοῖς ἔθνεσιν τὸ κάλλος αὐτῆς ὅτι καλὴ ἦν (Ester 1, 11)
καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Εσθηρ καὶ εἶπεν αὐτῷ ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου διότι Αμαν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθ’ ἡμῶν εἰς θάνατον ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου (Ester 4, 8)
καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκεν καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας (Ester 5, 11)
καὶ εἶπεν πρὸς αὐτὸν Ζωσαρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου καὶ ἤρεσεν τὸ ῥῆμα τῷ Αμαν καὶ ἡτοιμάσθη τὸ ξύλον (Ester 5, 14)
καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον ὃν ὁ βασιλεὺς ἀγαπᾷ καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς δοξάζει (Ester 6, 9)