Found 6961 Results for: Αυτού Μεγαλειότητα
μέγας κύριος ὁ ποιήσας αὐτόν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν (Eclesiástico 43, 5)
ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ (Eclesiástico 43, 11)
προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ (Eclesiástico 43, 13)
ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας καὶ διεθρύβησαν λίθοι χαλάζης (Eclesiástico 43, 15)
καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευθήσεται ὄρη ἐν θελήματι αὐτοῦ πνεύσεται νότος (Eclesiástico 43, 16)
φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος (Eclesiástico 43, 17)
λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους (Eclesiástico 43, 23)
δι’ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα (Eclesiástico 43, 26)
δοξάζοντες ποῦ ἰσχύσομεν αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ (Eclesiástico 43, 28)
φοβερὸς κύριος καὶ σφόδρα μέγας καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ (Eclesiástico 43, 29)
πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ (Eclesiástico 43, 32)
πολλὴν δόξαν ἔκτισεν ὁ κύριος τὴν μεγαλωσύνην αὐτοῦ ἀπ’ αἰῶνος (Eclesiástico 44, 2)