Found 6961 Results for: Αυτού Μεγαλειότητα
καὶ εἶπεν τί δεῖ ποιῆσαι αὐτῇ καὶ εἶπεν Γιεζι τὸ παιδάριον αὐτοῦ καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης (II Reis 4, 14)
καὶ ἡδρύνθη τὸ παιδάριον καὶ ἐγένετο ἡνίκα ἐξῆλθεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας (II Reis 4, 18)
καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτοῦ τὴν κεφαλήν μου τὴν κεφαλήν μου καὶ εἶπεν τῷ παιδαρίῳ ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ (II Reis 4, 19)
καὶ ἦρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανεν (II Reis 4, 20)
καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἀπέκλεισεν κατ’ αὐτοῦ καὶ ἐξῆλθεν (II Reis 4, 21)
δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐγένετο ὡς εἶδεν Ελισαιε ἐρχομένην αὐτήν καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη (II Reis 4, 25)
καὶ ἦλθεν πρὸς Ελισαιε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ καὶ ἤγγισεν Γιεζι ἀπώσασθαι αὐτήν καὶ εἶπεν Ελισαιε ἄφες αὐτήν ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ καὶ κύριος ἀπέκρυψεν ἀπ’ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέν μοι (II Reis 4, 27)
καὶ Γιεζι διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκεν τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων οὐκ ἠγέρθη τὸ παιδάριον (II Reis 4, 31)
καὶ εἰσῆλθεν Ελισαιε εἰς τὸν οἶκον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ (II Reis 4, 32)
καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ’ αὐτόν καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου (II Reis 4, 34)
καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ (II Reis 4, 35)
καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθεν (II Reis 4, 37)