Mosaico decorativo

1. Depois disso, Davi consultou o Senhor: “Devo subir a alguma das cidades de Judá? – perguntou ele –. “Vai – respondeu o Senhor. Davi retomou: “Aonde irei?”. “A Hebron.”

1. καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυιδ ἐν κυρίῳ λέγων εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ιουδα καὶ εἶπεν κύριος πρὸς αὐτόν ἀνάβηθι καὶ εἶπεν Δαυιδ ποῦ ἀναβῶ καὶ εἶπεν εἰς Χεβρων

2. Davi subiu a Hebron com suas duas mulheres, Aquinoam de Jezrael e Abigail, viúva de Nabal, de Carmelo.

2. καὶ ἀνέβη ἐκεῖ Δαυιδ εἰς Χεβρων καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Αχινοομ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου

3. Levou também Davi os homens de sua tropa com suas famílias e fixaram-se nas cidades de Hebron.

3. καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρων

4. Os homens de Judá foram ali e ungiram Davi como rei da casa de Judá. Foi anunciado ao rei que os homens de Jabes em Galaad haviam sepultado Saul.

4. καὶ ἔρχονται ἄνδρες τῆς Ιουδαίας καὶ χρίουσιν τὸν Δαυιδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ιουδα καὶ ἀπήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι οἱ ἄνδρες Ιαβις τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαουλ

5. Davi mandou-lhes mensageiros, dizendo: “Benditos sejais pelo Senhor, por terdes feito esta obra de misericórdia para com o vosso senhor Saul, sepultando-o!

5. καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ιαβις τῆς Γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ Σαουλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ

6. Que o Senhor, por sua vez, se mostre bom e fiel para convosco. E eu também vos beneficiarei por essa ação que fizestes.

6. καὶ νῦν ποιήσαι κύριος μεθ’ ὑμῶν ἔλεος καὶ ἀλήθειαν καί γε ἐγὼ ποιήσω μεθ’ ὑμῶν τὰ ἀγαθὰ ταῦτα ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο

7. Coragem! Sede homens valentes! Vosso senhor Saul morreu e a casa de Judá me ungiu por seu rei”.

7. καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαουλ καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ιουδα ἐφ’ ἑαυτοὺς εἰς βασιλέα

8. Entretanto, Abner, filho de Ner, chefe do exército de Saul, tomou Isbaal, filho de Saul e levou-o a Maanaim,

8. καὶ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος τοῦ Σαουλ ἔλαβεν τὸν Ιεβοσθε υἱὸν Σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναεμ

9. onde o declarou rei sobre Galaad, sobre os assuritas, sobre Jezrael, Efraim, Benjamim e sobre todo o Israel.

9. καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρι καὶ ἐπὶ τὸν Ιεζραελ καὶ ἐπὶ τὸν Εφραιμ καὶ ἐπὶ τὸν Βενιαμιν καὶ ἐπὶ πάντα Ισραηλ

10. Isbaal, filho de Saul, tinha quarenta anos quando se tornou rei de Israel e reinou durante dois anos. Só a casa de Judá seguiu Davi.

10. τεσσαράκοντα ἐτῶν Ιεβοσθε υἱὸς Σαουλ ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ισραηλ καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου Ιουδα οἳ ἦσαν ὀπίσω Δαυιδ

11. Sete anos e meio reinou Davi sobre a casa de Judá em Hebron.

11. καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυιδ ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν οἶκον Ιουδα ἑπτὰ ἔτη καὶ ἓξ μῆνας

12. Abner, filho de Ner e os homens de Isbaal, filho de Saul, saíram de Maanaim para Gabaon.

12. καὶ ἐξῆλθεν Αβεννηρ υἱὸς Νηρ καὶ οἱ παῖδες Ιεβοσθε υἱοῦ Σαουλ ἐκ Μαναεμ εἰς Γαβαων

13. Joab, filho de Sárvia, e a gente de Davi, puseram-se também em marcha e encontraram-nos perto da piscina de Gabaon, acampando uns de um lado da piscina e outros de outro.

13. καὶ Ιωαβ υἱὸς Σαρουιας καὶ οἱ παῖδες Δαυιδ ἐξήλθοσαν ἐκ Χεβρων καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐπὶ τὸ αὐτό καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν

14. Abner disse a Joab: “Aproximem-se os jovens para lutar em nossa presença”. “Vamos!” – respondeu Joab.

14. καὶ εἶπεν Αβεννερ πρὸς Ιωαβ ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν καὶ εἶπεν Ιωαβ ἀναστήτωσαν

15. Apresentaram-se, pois, doze homens de Benja­mim, da parte de Isbaal, filho de Saul, e doze da gente de Davi.

15. καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμιν δώδεκα τῶν Ιεβοσθε υἱοῦ Σαουλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυιδ

16. Tomando cada um a cabeça do seu adversário, mergulhou-lhe a espada no flanco, de tal modo que caíram ambos ao mesmo tempo. Deu-se a esse lugar o nome Helcat Hassurim, em Gabaon.*

16. καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ καὶ πίπτουσιν κατὰ τὸ αὐτό καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου μερὶς τῶν ἐπιβούλων ἥ ἐστιν ἐν Γαβαων

17. Travou-se uma violenta batalha naquele dia, tendo Abner e os homens de Israel cedido diante dos homens de Davi.

17. καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔπταισεν Αβεννηρ καὶ ἄνδρες Ισραηλ ἐνώπιον παίδων Δαυιδ

18. Estavam ali os três filhos de Sárvia: Joab, AbJessé e Asael. Este tinha os pés ligeiros como uma gazela selvagem.

18. καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουιας Ιωαβ καὶ Αβεσσα καὶ Ασαηλ καὶ Ασαηλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ

19. Pôs-se a perseguir Abner, sem se desviar nem para a direita, nem para a esquerda.

19. καὶ κατεδίωξεν Ασαηλ ὀπίσω Αβεννηρ καὶ οὐκ ἐξέκλινεν τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Αβεννηρ

20. “És tu, Asael?” – disse-lhe Abner, voltando-se –. “Sim” –.

20. καὶ ἐπέβλεψεν Αβεννηρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτὸς Ασαηλ καὶ εἶπεν ἐγώ εἰμι

21. “Volta-te à direita ou à esquerda, ataca um desses homens e leva-lhe os despojos” –. Mas Asael não quis deixá-lo.

21. καὶ εἶπεν αὐτῷ Αβεννηρ ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ καὶ οὐκ ἠθέλησεν Ασαηλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ

22. Abner disse-lhe novamente: “Deixa-me. Queres que eu te fira e te deite por terra? Como poderia eu depois aparecer diante do teu irmão Joab?”.

22. καὶ προσέθετο ἔτι Αβεννηρ λέγων τῷ Ασαηλ ἀπόστηθι ἀπ’ ἐμοῦ ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ιωαβ καὶ ποῦ ἐστιν ταῦτα ἐπίστρεφε πρὸς Ιωαβ τὸν ἀδελφόν σου

23. Mas como ele se recusasse a abandoná-lo, Abner feriu-o no ventre com a ponta de sua lança. A lança saiu-lhe pelas costas e Asael caiu, morrendo ali mesmo. Todos os que chegavam ao lugar onde ele jazia morto se detinham.

23. καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι καὶ τύπτει αὐτὸν Αβεννηρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ πίπτει ἐκεῖ καὶ ἀποθνῄσκει ὑποκάτω αὐτοῦ καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ασαηλ καὶ ἀπέθανεν καὶ ὑφίστατο

24. Joab e AbJessé continuaram a perseguir Abner. O sol se punha quando chegaram à colina de Ama, ao oriente de Gaia, no caminho para o deserto de Gabaon.

24. καὶ κατεδίωξεν Ιωαβ καὶ Αβεσσα ὀπίσω Αβεννηρ καὶ ὁ ἥλιος ἔδυνεν καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Αμμαν ὅ ἐστιν ἐπὶ προσώπου γαι ὁδὸν ἔρημον Γαβαων

25. Então os benjaminitas, que se tinham ajuntado atrás de Abner, formaram-se numa tropa e fizeram alto no cimo de uma colina.

25. καὶ συναθροίζονται υἱοὶ Βενιαμιν οἱ ὀπίσω Αβεννηρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός

26. Abner chamou Joab e disse-lhe: “Não cessará a espada de devorar? Não sabes porventura que isso acabará mal? Que esperas para ordenar a esses homens que cessem de perseguir seus irmãos?”.

26. καὶ ἐκάλεσεν Αβεννηρ Ιωαβ καὶ εἶπεν μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν

27. Joab respondeu: “Pela vida de Deus! Se nada tivesses dito, esses homens não teriam cessado de perseguir seus irmãos antes de amanhã”.

27. καὶ εἶπεν Ιωαβ ζῇ κύριος ὅτι εἰ μὴ ἐλάλησας διότι τότε ἐκ πρωίθεν ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ

28. Joab tocou a trombeta. Toda a tropa parou de perseguir os israelitas e o combate terminou.

28. καὶ ἐσάλπισεν Ιωαβ τῇ σάλπιγγι καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ισραηλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν

29. Abner e sua gente caminharam toda a noite na planície. Passaram o Jordão, seguiram todo o desfiladeiro e atingiram Maa­naim.

29. καὶ Αβεννηρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν

30. Joab, tendo parado de perseguir Abner, juntou todo o seu povo: faltavam deze­nove homens da gente de Davi, sem contar Asael.

30. καὶ Ιωαβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Αβεννηρ καὶ συνήθροισεν πάντα τὸν λαόν καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυιδ ἐννεακαίδεκα ἄνδρες καὶ Ασαηλ

31. Mas os homens de Davi tinham matado trezentos e sessenta homens entre os benjaminitas e os de Abner.

31. καὶ οἱ παῖδες Δαυιδ ἐπάταξαν τῶν υἱῶν Βενιαμιν τῶν ἀνδρῶν Αβεννηρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ’ αὐτοῦ

32. Levaram Asael e sepultaram-no no tú­mulo de seu pai, em Belém. Joab e seus homens caminharam durante toda a noite. Chegaram a Hebron, ao despontar da aurora.

32. καὶ αἴρουσιν τὸν Ασαηλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιθλεεμ καὶ ἐπορεύθη Ιωαβ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὅλην τὴν νύκτα καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρων


Bíblia Ave Maria - All rights reserved.


Read the Bible in a Year

Join our community and complete the entire Bible in 365 days. A structured and inspiring path to deepen your faith and knowledge of Scripture.