Salmos, 120

Septuaginta + NT

1 Gr. Psalm 120 (Heb. 121) ᾠδὴ τῶν ἀναβαθμῶν ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη πόθεν ἥξει ἡ βοήθειά μου

2 ἡ βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν

3 μὴ δῷς εἰς σάλον τὸν πόδα σου μηδὲ νυστάξῃ ὁ φυλάσσων σε

4 ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ισραηλ

5 κύριος φυλάξει σε κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου

6 ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα

7 κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ φυλάξει τὴν ψυχήν σου

8 κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος




Kapitel: