Mosaico decorativo

1. “Super omnibus ergo his nos ipsi percutimus foedus et scribimus, et signant principes nostri, Levitae nostri et sacerdotes nostri”.

1. καὶ ὡς προσηύξατο Εσδρας καὶ ὡς ἐξηγόρευσεν κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ θεοῦ συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ισραηλ ἐκκλησία πολλὴ σφόδρα ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι ὅτι ἔκλαυσεν ὁ λαὸς καὶ ὕψωσεν κλαίων

2. Signatores autem fuerunt: Nehemias praepositus, filius Hachaliae, et Sedecias,

2. καὶ ἀπεκρίθη Σεχενιας υἱὸς Ιιηλ ἀπὸ υἱῶν Ηλαμ καὶ εἶπεν τῷ Εσδρα ἡμεῖς ἠσυνθετήσαμεν τῷ θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ λαῶν τῆς γῆς καὶ νῦν ἔστιν ὑπομονὴ τῷ Ισραηλ ἐπὶ τούτῳ

3. Saraias, Azarias, Ieremias,

3. καὶ νῦν διαθώμεθα διαθήκην τῷ θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν ὡς ἂν βούλῃ ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς θεοῦ ἡμῶν καὶ ὡς ὁ νόμος γενηθήτω

4. Phassur, Amarias, Melchias,

4. ἀνάστα ὅτι ἐπὶ σὲ τὸ ῥῆμα καὶ ἡμεῖς μετὰ σοῦ κραταιοῦ καὶ ποίησον

5. Hattus, Sebania, Melluch,

5. καὶ ἀνέστη Εσδρας καὶ ὥρκισεν τοὺς ἄρχοντας τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα Ισραηλ τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο καὶ ὤμοσαν

6. Harim, Meremoth, Abdias,

6. καὶ ἀνέστη Εσδρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ιωαναν υἱοῦ Ελισουβ καὶ ἐπορεύθη ἐκεῖ ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας

7. Daniel, Genthon, Baruch,

7. καὶ παρήνεγκαν φωνὴν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ πᾶσιν τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς Ιερουσαλημ

8. Mosollam, Abia, Miamin,

8. καὶ πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας

9. Maazia, Belgai, Semeia; hi sacerdotes.

9. καὶ συνήχθησαν πάντες ἄνδρες Ιουδα καὶ Βενιαμιν εἰς Ιερουσαλημ εἰς τὰς τρεῖς ἡμέρας οὗτος ὁ μὴν ὁ ἔνατος ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισεν πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος

10. Porro Levitae: Iesua filius Azaniae, Bennui de filiis Henadad, Cadmihel

10. καὶ ἀνέστη Εσδρας ὁ ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ισραηλ

11. et fratres eorum Sebania, Hodia, Celita, Phalaia, Hanan,

11. καὶ νῦν δότε αἴνεσιν κυρίῳ τῷ θεῷ τῶν πατέρων ὑμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων

12. Micha, Rohob, Hasabia,

12. καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν μέγα τοῦτο τὸ ῥῆμά σου ἐφ’ ἡμᾶς ποιῆσαι

13. Zacchur, Serebia, Sebania,

13. ἀλλὰ ὁ λαὸς πολύς καὶ ὁ καιρὸς χειμερινός καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ

14. Hodia, Bani, Baninu.

14. στήτωσαν δὴ οἱ ἄρχοντες ἡμῶν τῇ πάσῃ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ’ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου

15. Capita populi: Pharos, Phahathmoab, Elam, Zethua, Bani,

15. πλὴν Ιωναθαν υἱὸς Ασαηλ καὶ Ιαζια υἱὸς Θεκουε μετ’ ἐμοῦ περὶ τούτου καὶ Μεσουλαμ καὶ Σαβαθαι ὁ Λευίτης βοηθῶν αὐτοῖς

16. Bunni, Azgad, Bebai,

16. καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας καὶ διεστάλησαν Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα

17. Adonia, Beguai, Adin,

17. καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου

18. Ater, Ezechia, Azur,

18. καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασηα καὶ Ελιεζερ καὶ Ιαριβ καὶ Γαδαλια

19. Hodia, Hasum, Besai,

19. καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν

20. Hareph, Anathoth, Nebai,

20. καὶ ἀπὸ υἱῶν Εμμηρ Ανανι καὶ Ζαβδια

21. Megphias, Mosollam, Hezir,

21. καὶ ἀπὸ υἱῶν Ηραμ Μασαια καὶ Ελια καὶ Σαμαια καὶ Ιιηλ καὶ Οζια

22. Mesezabel, Sadoc, Ieddua,

22. καὶ ἀπὸ υἱῶν Φασουρ Ελιωηναι Μαασαια καὶ Ισμαηλ καὶ Ναθαναηλ καὶ Ιωζαβαδ καὶ Ηλασα

23. Pheltia, Hanan, Anaia,

23. καὶ ἀπὸ τῶν Λευιτῶν Ιωζαβαδ καὶ Σαμου καὶ Κωλια αὐτὸς Κωλιτας καὶ Φαθαια καὶ Ιοδομ καὶ Ελιεζερ

24. Osee, Hanania, Hassub,

24. καὶ ἀπὸ τῶν ᾀδόντων Ελισαφ καὶ ἀπὸ τῶν πυλωρῶν Σελλημ καὶ Τελημ καὶ Ωδουε

25. Alohes, Phalea, Sobec,

25. καὶ ἀπὸ Ισραηλ ἀπὸ υἱῶν Φορος Ραμια καὶ Ιαζια καὶ Μελχια καὶ Μεαμιν καὶ Ελεαζαρ καὶ Ασαβια καὶ Βαναια

26. Rehum, Hasabna, Maasia,

26. καὶ ἀπὸ υἱῶν Ηλαμ Μαθανια καὶ Ζαχαρια καὶ Ιαϊηλ καὶ Αβδια καὶ Ιαριμωθ καὶ Ηλια

27. Ahia, Hanan, Anan,

27. καὶ ἀπὸ υἱῶν Ζαθουα Ελιωηναι Ελισουβ Μαθανια καὶ Ιαρμωθ καὶ Ζαβαδ καὶ Οζιζα

28. Melluch, Harim, Baana.

28. καὶ ἀπὸ υἱῶν Βαβι Ιωαναν Ανανια καὶ Ζαβου Οθαλι

29. Et reliqui de populo, sacerdotes, Levitae, ianitores et cantores, oblati et omnes, qui se separaverunt de populis terrarum ad legem Dei, uxores eorum, filii eorum et filiae eorum, omnes, qui poterant sapere,

29. καὶ ἀπὸ υἱῶν Βανουι Μεσουλαμ Μαλουχ Αδαιας Ιασουβ καὶ Σαλουια καὶ Ρημωθ

30. adhaeserunt fratribus suis optimatibus pollicentes et iurantes, ut ambularent in lege Dei, quam dederat in manu Moysi servi Dei, et ut facerent et custodirent universa mandata Domini Dei nostri et iudicia eius et praecepta eius,

30. καὶ ἀπὸ υἱῶν Φααθμωαβ Εδενε Χαληλ Βαναια Μασηα Μαθανια Βεσεληλ καὶ Βανουι καὶ Μανασση

31. et ut non daremus filias nostras populo terrae et filias eorum non acciperemus filiis nostris.

31. καὶ ἀπὸ υἱῶν Ηραμ Ελιεζερ Ιεσσια Μελχια Σαμαια Σεμεων

32. Et si populi terrae importaverint venalia et omnia cibaria per diem sabbati, ut vendant, non accipiemus ab eis in sabbato et in die sanctificato; et dimittemus annum septimum et omnem exactionem.

32. Βενιαμιν Μαλουχ Σαμαρια

33. Et statuimus super nos praecepta, ut demus tertiam partem sicli per annum ad opus domus Dei nostri,

33. καὶ ἀπὸ υἱῶν Ησαμ Μαθανι Μαθαθα Ζαβεδ Ελιφαλεθ Ιεραμι Μανασση Σεμεϊ

34. ad panes propositionis et ad oblationem sempiternam et in holocaustum sempiternum in sabbatis, in calendis, in sollemnitatibus et in sanctificata et in sacrificium pro peccato, ut expietur pro Israel, et in omnem usum domus Dei nostri.

34. ἀπὸ υἱῶν Βανι Μοοδι Αμραμ Ουηλ

35. Sortes ergo misimus super oblationem lignorum inter sacerdotes et Levitas et populum, ut inferrentur in domum Dei nostri per domos patrum nostrorum, in temporibus constitutis ab anno in annum, ut arderent super altare domini Dei nostri, sicut scriptum est in lege;

35. Βαναια Βαδαια Χελια

36. et ut afferremus primogenita terrae nostrae et primitiva universi fructus omnis ligni ab anno in annum in domo Domini,

36. Ουιεχωα Ιεραμωθ Ελιασιβ

37. et primitiva filiorum nostrorum et pecorum nostrorum, sicut scriptum est in lege, et primitiva boum nostrorum et ovium nostrarum, ut afferrentur in domum Dei nostri sacerdotibus, qui ministrant in domo Dei nostri;

37. Μαθανια Μαθαναι καὶ ἐποίησαν

38. et primitias ciborum nostrorum et libaminum nostrorum et poma omnis ligni, vindemiae quoque et olei, afferemus sacerdotibus ad gazophylacium Dei nostri, et decimam partem terrae nostrae Levitis. Ipsi Levitae decimas accipient ex omnibus civitatibus agriculturae nostrae.

38. οἱ υἱοὶ Βανουι καὶ οἱ υἱοὶ Σεμεϊ

39. Erit autem sacerdos filius Aaron cum Levitis in decimis Levitarum colligendis, et Levitae offerent decimam partem decimae in domo Dei nostri ad gazophylacium thesauri.

39. καὶ Σελεμια καὶ Ναθαν καὶ Αδαια

40. Ad gazophylacium enim deportabunt filii Israel et filii Levi primitias frumenti, vini et olei; et ibi erunt vasa sanctificata et sacerdotes, qui ministrabant, et ianitores et cantores. Et non dimittemus domum Dei nostri.

40. Μαχναδαβου Σεσι Σαρου

41.

41. Εζερηλ καὶ Σελεμια καὶ Σαμαρια

42.

42. καὶ Σαλουμ Αμαρια Ιωσηφ

43.

43. ἀπὸ υἱῶν Ναβου Ιιηλ Μαθαθια Σεδεμ Ζαμβινα Ιαδαι καὶ Ιωηλ καὶ Βαναια

44.

44. πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς



Die Bibel in einem Jahr lesen

Werde Teil unserer Community und lese die gesamte Bibel in 365 Tagen. Ein strukturierter und inspirierender Weg, deinen Glauben und deine Bibelkenntnis zu vertiefen.