Mosaico decorativo

1. Tunc Darius rex praecepit, et recensuerunt in tabulis aerarii, quod est in Babylone,

1. ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς τοῦ Δαρείου βασιλείας ἐπροφήτευσεν Αγγαιος καὶ Ζαχαριας ὁ τοῦ Εδδι οἱ προφῆται ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ ἐπὶ τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ ἐπ’ αὐτούς

2. et inventum est in Ecbatanis, quod est castrum in Medena provincia, volumen unum, et sic scriptus erat in eo commentarius:

2. τότε στὰς Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ συνόντων τῶν προφητῶν τοῦ κυρίου βοηθούντων αὐτοῖς

3. “Anno primo Cyri regis, Cyrus rex decrevit de domo Dei, quae est in Ierusalem: Aedificetur domus, ubi immolent et sacrificent; altitudo eius cubitorum sexaginta et latitudo eius cubitorum sexaginta,

3. ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι καὶ εἶπαν αὐτοῖς

4. ordines de lapidibus quadratis tres et ordo de lignis unus; sumptus autem de domo regis dabuntur.

4. τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες

5. Sed et vasa templi Dei aurea et argentea, quae Nabuchodonosor tulerat de templo Ierusalem et attulerat in Babylonem, reddantur et referantur in templum, quod est in Ierusalem, in locum suum, in templo Dei.

5. καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ιουδαίων

6. Nunc ergo, Thathanai dux regionis, quae est trans flumen, Stharbuzanai et consiliarii eius et duces, qui estis trans flumen, procul recedite ab illo loco,

6. καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρι τοῦ ὑποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι

7. dimittite fieri templum Dei illud; dux Iudaeorum et seniores eorum aedificent domum Dei illam in loco suo.

7. ἀντίγραφον ἐπιστολῆς ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλεν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες

8. Sed et a me praeceptum est quomodo agere debeatis cum senioribus Iudaeorum illis, qui aedificant domum Dei illam: ut de arca regis, id est de tributis, quae dantur de regione trans flumen, studiose sumptus dentur viris illis sine intermissione.

8. βασιλεῖ Δαρείῳ χαίρειν πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ιουδαίας καὶ ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ιουδαίων ἐν Ιερουσαλημ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινὸν διὰ λίθων ξυστῶν πολυτελῶν ξύλων τιθεμένων ἐν τοῖς τοίχοις

9. Et si quid necesse fuerit, sive vituli et arietes et agni in holocaustum Deo caeli, sive frumentum, sal, vinum et oleum, secundum ordinationem sacerdotum, qui sunt in Ierusalem, detur eis per singulos dies sine neglegentia.

9. καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γιγνόμενα καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἐν πάσῃ δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενα

10. Et offerant oblationes suaves Deo caeli orentque pro vita regis et filiorum eius.

10. τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα θεμελιοῦτε

11. A me ergo positum est decretum, ut omnis homo, qui hanc mutaverit iussionem, tollatur lignum de domo ipsius et erigatur et configatur in eo; domus autem eius ponatur in sterquilinium.

11. ἐπηρωτήσαμεν οὖν αὐτοὺς εἵνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων

12. Deus autem, qui habitare fecit nomen suum ibi, dissipet omnia regna et populum, qui extenderit manum suam, ut contemnat et dissipet domum Dei illam, quae est in Ierusalem. Ego Darius statui decretum, quod studiose impleri volo”.

12. οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες ἡμεῖς ἐσμεν παῖδες τοῦ κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν

13. Igitur Thathanai dux regionis trans flumen et duces et consiliarii eius, secundum quod praeceperat Darius rex, sic diligenter exsecuti sunt.

13. καὶ ᾠκοδόμητο ὁ οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ισραηλ μεγάλου καὶ ἰσχυροῦ καὶ ἐπετελέσθη

14. Seniores autem Iudaeorum prosperabantur in aedificatione iuxta prophetiam Aggaei prophetae et Zachariae filii Addo et perfecerunt aedificationem, iubente Deo Israel et iubente Cyro et Dario et Artaxerxe regibus Persarum,

14. καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον τοῦ Ισραηλ τὸν οὐράνιον παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων

15. et compleverunt domum Dei istam die tertia mensis Adar, qui est annus sextus regni Darii regis.

15. τόν τε οἶκον καθελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα

16. Fecerunt autem filii Israel, sacerdotes et Levitae et reliqui filiorum transmigrationis dedicationem domus Dei illius in gaudio.

16. ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν ὁ βασιλεὺς Κῦρος οἰκοδομῆσαι τὸν οἶκον τοῦτον

17. Et obtulerunt in dedicationem domus Dei illius boves centum, arietes ducentos, agnos quadringentos, hircos caprarum pro peccato totius Israel duodecim, iuxta numerum tribuum Israel.

17. καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ ναῷ πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλῶνι καὶ παρεδόθη Ζοροβαβελ καὶ Σαναβασσάρῳ τῷ ἐπάρχῳ

18. Et statuerunt sacerdotes in ordinibus suis et Levitas in vicibus suis in ministerium Dei in Ierusalem, sicut scriptum est in libro Moysi.

18. καὶ ἐπετάγη αὐτῷ ἀπενέγκαντι πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ιερουσαλημ καὶ τὸν ναὸν τοῦ κυρίου τοῦτον οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου

19. Fecerunt autem filii Israel transmigrationis Pascha quarta decima die mensis primi.

19. τότε ὁ Σαναβάσσαρος ἐκεῖνος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπ’ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν

20. Levitae universi se purificaverunt; purificati autem cuncti immolaverunt Pascha universis filiis transmigrationis et fratribus suis sacerdotibus et sibi.

20. νῦν οὖν εἰ κρίνεται βασιλεῦ ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ κυρίου βασιλέως τοῖς ἐν Βαβυλῶνι

21. Et comederunt filii Israel, qui reversi fuerant de transmigratione, et omnes, qui a coinquinatione gentium terrae transierunt ad eos, ut quaererent Dominum, Deum Israel.

21. καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν προσφωνησάτω ἡμῖν περὶ τούτων

22. Et fecerunt sollemnitatem Azymorum septem diebus in laetitia, quoniam laetificaverat eos Dominus et converterat cor regis Assyriae ad eos, ut adiuvaret manus eorum in opere domus Domini, Dei Israel.

22. τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόμος εἷς ἐν ᾧ ὑπεμνημάτιστο τάδε

23.

23. ἔτους πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κῦρος προσέταξεν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ οἰκοδομῆσαι ὅπου ἐπιθύουσιν διὰ πυρὸς ἐνδελεχοῦς

24.

24. οὗ τὸ ὕψος πήχεων ἑξήκοντα πλάτος πήχεων ἑξήκοντα διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως

25.

25. καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου κυρίου τά τε χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ιερουσαλημ οὗ ἦν κείμενα ὅπως τεθῇ ἐκεῖ

26.

26. προσέταξεν δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου ἐᾶσαι δὲ τὸν παῖδα τοῦ κυρίου Ζοροβαβελ ἔπαρχον δὲ τῆς Ιουδαίας καὶ τοὺς πρεσβυτέρους τῶν Ιουδαίων τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου

27.

27. κἀγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι καὶ ἀτενίσαι ἵνα συμποιῶσιν τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ιουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ κυρίου

28.

28. καὶ ἀπὸ τῆς φορολογίας Κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίας τῷ κυρίῳ Ζοροβαβελ ἐπάρχῳ εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας

29.

29. ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον ἐνδελεχῶς κατ’ ἐνιαυτόν καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν Ιερουσαλημ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθ’ ἡμέραν ἀναμφισβητήτως

30.

30. ὅπως προσφέρωνται σπονδαὶ τῷ θεῷ τῷ ὑψίστῳ ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς

31.

31. καὶ προσέταξεν ἵνα ὅσοι ἐὰν παραβῶσίν τι τῶν προειρημένων καὶ τῶν προσγεγραμμένων ἢ καὶ ἀκυρώσωσιν λημφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπὶ τούτου κρεμασθῆναι καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά

32.

32. διὰ ταῦτα καὶ ὁ κύριος οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον τὸν ἐν Ιερουσαλημ

33.

33. ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίγνεσθαι



Die Bibel in einem Jahr lesen

Werde Teil unserer Community und lese die gesamte Bibel in 365 Tagen. Ein strukturierter und inspirierender Weg, deinen Glauben und deine Bibelkenntnis zu vertiefen.