Mosaico decorativo

1. Ajitófel dijo a Absalón: «Voy a elegir 12.000 hombres y me lanzaré en persecución de David esta misma noche.

1. καὶ εἶπεν Αχιτοφελ πρὸς Αβεσσαλωμ ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυιδ τὴν νύκτα

2. Caeré sobre él cuando esté fatigado y falto de fuerzas, le llenaré de espanto y huirá toda la gente que está con él; heriré al rey solamente

2. καὶ ἐπελεύσομαι ἐπ’ αὐτόν καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσίν καὶ ἐκστήσω αὐτόν καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ πατάξω τὸν βασιλέα μονώτατον

3. y haré que vuelva a ti todo el pueblo, como la novia viene a su esposo; solamente buscas la muerte de un hombre y todo el pueblo quedará a salvo.»

3. καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητεῖς καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη

4. Pareció bueno el consejo a Absalón y a todos los ancianos de Israel.

4. καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς Αβεσσαλωμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ισραηλ

5. Pero Absalón dijo: «Llamad también a Jusay el arquita y oigámosle también a él.»

5. καὶ εἶπεν Αβεσσαλωμ καλέσατε δὴ καί γε τὸν Χουσι τὸν Αραχι καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ

6. Llegó Jusay donde Absalón y Absalón dijo: «Ajitófel nos ha dicho esto. ¿Debemos hacer lo que dice? Si no, habla tu.»

6. καὶ εἰσῆλθεν Χουσι πρὸς Αβεσσαλωμ καὶ εἶπεν Αβεσσαλωμ πρὸς αὐτὸν λέγων κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν Αχιτοφελ εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ εἰ δὲ μή σὺ λάλησον

7. Jusay dijo a Absalón: «Por esta vez, no es bueno el consejo de Ajitófel.»

7. καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ οὐκ ἀγαθὴ αὕτη ἡ βουλή ἣν ἐβουλεύσατο Αχιτοφελ τὸ ἅπαξ τοῦτο

8. Añadió Jusay: «Tú ya sabes que tu padre y sus hombres son gente valerosa y están exasperados como una osa salvaje a la que han quitado sus oseznos. Tu padre es hombre de guerra y no permitirá que el pueblo descanse durante la noche.

8. καὶ εἶπεν Χουσι σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν

9. Ahora estará escondido en alguna caverna o en algún lugar. Si caen al principio algunos de los nuestros se correrá el rumor y se dirá: Ha habido un desastre en la tropa que sigue a Absalón.

9. ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ὁ ἀκούων καὶ εἴπῃ ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Αβεσσαλωμ

10. Y sucederá que incluso los más valientes, cuyo corazón es como corazón de león, perderán el ánimo, porque todo Israel sabe que tu padre es esforzado y que son valerosos los que están con él.

10. καί γε αὐτὸς υἱὸς δυνάμεως οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος τηκομένη τακήσεται ὅτι οἶδεν πᾶς Ισραηλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ’ αὐτοῦ

11. Por eso te aconsejo que reúnas en torno a ti a todo Israel, desde Dan hasta Berseba, como la arena que hay en la orilla del mar, y tú marcharás en persona en medio de ellos.

11. ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν

12. Nos acercaremos a él en cualquier lugar en que se encuentre, caeremos sobre él como cae el rocío sobre la tierra y no dejaremos con vida ni a él ni a uno solo de los hombres que le acompañan.

12. καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ καὶ παρεμβαλοῦμεν ἐπ’ αὐτόν ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γῆν καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ καί γε ἕνα

13. Si se recoge a una ciudad, todo Israel llevará cuerdas y la arrastraremos hasta el torrente, de modo que no se pueda hallar en ella ni un pedrusco.»

13. καὶ ἐὰν εἰς πόλιν συναχθῇ καὶ λήμψεται πᾶς Ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος

14. Absalón y todos los hombres de Israel dijeron: «El consejo de Jusay el arquita es mejor que el consejo de Ajitófel.» Es que Yahveh había decidido frustrar el consejo de Ajitófel - que era bueno - para traer Yahveh la ruina sobre Absalón.

14. καὶ εἶπεν Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ ἀγαθὴ ἡ βουλὴ Χουσι τοῦ Αραχι ὑπὲρ τὴν βουλὴν Αχιτοφελ καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Αχιτοφελ τὴν ἀγαθήν ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Αβεσσαλωμ τὰ κακὰ πάντα

15. Después Jusay dijo a los sacerdotes Sadoq y Abiatar: «Esto ha aconsejado Ajitófel a Absalón y a los ancianos de Israel; y esto y esto he aconsejado yo.

15. καὶ εἶπεν Χουσι ὁ τοῦ Αραχι πρὸς Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς οὕτως καὶ οὕτως συνεβούλευσεν Αχιτοφελ τῷ Αβεσσαλωμ καὶ τοῖς πρεσβυτέροις Ισραηλ καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ

16. Ahora mandad rápidamente a avisar a David: "No hagas noche en las llanuras del desierto. Pasa sin tardanza al otro lado, no vaya a ser devorado el rey y todo el pueblo que le acompaña."»

16. καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυιδ λέγοντες μὴ αὐλισθῇς τὴν νύκτα ἐν Αραβωθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον μήποτε καταπίῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ

17. Jonatán y Ajimaas estaban apostados en la fuente de Roguel. Una criada vendría a avisarles y ellos irían a comunicárselo al rey David, porque no podían dejarse ver al entrar en la ciudad.

17. καὶ Ιωναθαν καὶ Αχιμαας εἱστήκεισαν ἐν τῇ πηγῇ Ρωγηλ καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ Δαυιδ ὅτι οὐκ ἐδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν

18. Pero los vio un muchacho y avisó a Absalón. Entonces los dos partieron a toda prisa y entraron en casa de un hombre de Bajurim. Tenía éste un pozo en el patio y los bajaron a él.

18. καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τῷ Αβεσσαλωμ καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουριμ καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ καὶ κατέβησαν ἐκεῖ

19. La mujer tomó una manta, la extendió sobre la boca del pozo, y puso encima grano trillado; de modo que no se notaba nada.

19. καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ’ αὐτῷ Αραφωθ καὶ οὐκ ἐγνώσθη ῥῆμα

20. Llegó la gente de Absalón a la casa, donde la mujer, y dijeron: «¿Dónde están Ajimaas y Jonatán?» La mujer respondió: «Han pasado más allá hacia el agua.» Buscaron, pero no hallaron nada y se volvieron a Jerusalén.

20. καὶ ἦλθαν οἱ παῖδες Αβεσσαλωμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν ποῦ Αχιμαας καὶ Ιωναθαν καὶ εἶπεν αὐτοῖς ἡ γυνή παρῆλθαν μικρὸν τοῦ ὕδατος καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς Ιερουσαλημ

21. Después que se fueron, subieron ellos del pozo y fueron a avisar al rey David diciéndole: «Llevantos y pasad aprisa el agua, porque este consejo les ha dado Ajitófel contra vosotros.»

21. ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυιδ καὶ εἶπαν πρὸς Δαυιδ ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Αχιτοφελ

22. Se levantó David y todo el pueblo que estaba con él y pasaron el Jordán; al romper la luz de la mañana no quedaba nadie sin pasar el Jordán.

22. καὶ ἀνέστη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ διέβησαν τὸν Ιορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθεν τὸν Ιορδάνην

23. Cuando vio Ajitófel que no habían seguido con su consejo, aparejó el asno y levantándose fue a su casa en su ciudad; ordenó su casa, y luego se ahorcó y murió. Le sepultaron en la tumba de su padre.

23. καὶ Αχιτοφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ καὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ

24. Llegaba David a Majanáyim cuando atravesaba Absalón el Jordán con todos los hombres de Israel.

24. καὶ Δαυιδ διῆλθεν εἰς Μαναϊμ καὶ Αβεσσαλωμ διέβη τὸν Ιορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ισραηλ μετ’ αὐτοῦ

25. Absalón había puesto a Amasá al frente del ejército, en lugar de Joab. Amasá era hijo de un hombre llamado Yitrá el ismaelita, que se había unido con Abigaíl, hija de Jesé, hermana de Sarvia, madre de Joab.

25. καὶ τὸν Αμεσσαϊ κατέστησεν Αβεσσαλωμ ἀντὶ Ιωαβ ἐπὶ τῆς δυνάμεως καὶ Αμεσσαϊ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ιοθορ ὁ Ισραηλίτης οὗτος εἰσῆλθεν πρὸς Αβιγαιαν θυγατέρα Ναας ἀδελφὴν Σαρουιας μητρὸς Ιωαβ

26. Israel y Absalón acamparon en tierra de Galaad.

26. καὶ παρενέβαλεν πᾶς Ισραηλ καὶ Αβεσσαλωμ εἰς τὴν γῆν Γαλααδ

27. Cuando David llegó a Majanáyim, Sobí, hijo de Najás, de Rabbá de los ammonitas, y Makir, hijo de Ammiel, de Lo Debar, y Barzillay de Galaad de Roguelim,

27. καὶ ἐγένετο ἡνίκα ἦλθεν Δαυιδ εἰς Μαναϊμ Ουεσβι υἱὸς Ναας ἐκ Ραββαθ υἱῶν Αμμων καὶ Μαχιρ υἱὸς Αμιηλ ἐκ Λωδαβαρ καὶ Βερζελλι ὁ Γαλααδίτης ἐκ Ρωγελλιμ

28. llevaron lechos, esteras, copas y vasos de barro, así como trigo, cebada, harina, grano tostado, lentejas, habas,

28. ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν

29. miel, cuajada, ovejas y quesos de vaca, y lo ofrecieron a David y a la gente que estaba con él, para que comiesen, pues se habían dicho: «La gente habrá pasado hambre, fatigas y sed en el desierto.»

29. καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ Σαφφωθ βοῶν καὶ προσήνεγκαν τῷ Δαυιδ καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ φαγεῖν ὅτι εἶπαν ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ



Die Bibel in einem Jahr lesen

Werde Teil unserer Community und lese die gesamte Bibel in 365 Tagen. Ein strukturierter und inspirierender Weg, deinen Glauben und deine Bibelkenntnis zu vertiefen.