Mosaico decorativo

1. And the lot of the sons of Joseph fell from the Jordan over against Jericho and the waters thereof, on the east: the wilderness which goeth up from Jericho to the mountain of Bethel:

1. καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ιωσηφ ἀπὸ τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἀπ’ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα

2. And goeth out from Bethel to Luza: and passeth the border of Archi, to Ataroth,

2. καὶ ἐξελεύσεται εἰς Βαιθηλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθι

3. And goeth down westward, by the border of Jephleti, unto the borders of Beth-horon the nether, and to Gazer :and the countries of it are ended by the great sea:

3. καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Απταλιμ ἕως τῶν ὁρίων Βαιθωρων τὴν κάτω καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν

4. And Manasses and Ephraim the children of Joseph possessed it.

4. καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ιωσηφ Εφραιμ καὶ Μανασση

5. And the border of the children of Ephraim was according to their kindreds: and their possession towards the east was Ataroth-addar unto Beth-horon the upper.

5. καὶ ἐγενήθη ὅρια υἱῶν Εφραιμ κατὰ δήμους αὐτῶν καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Αταρωθ καὶ Εροκ ἕως Βαιθωρων τὴν ἄνω καὶ Γαζαρα

6. And the confines go out unto the sea: but Machmethath looketh to the north, and it goeth round the borders eastward into Thanath-selo: and passeth along on the east side to Janoe.

6. καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ικασμων ἀπὸ βορρᾶ Θερμα περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασα καὶ Σελλησα καὶ παρελεύσεται ἀπ’ ἀνατολῶν εἰς Ιανωκα

7. And it goeth down from Janoe into Ataroth and Naaratha: and it cometh to Jericho, and goeth out to the Jordan.

7. καὶ εἰς Μαχω καὶ Αταρωθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ιεριχω καὶ διεκβαλεῖ ἐπὶ τὸν Ιορδάνην

8. From Taphua it passeth on towards the sea into the valley of reeds, and the goings out thereof are at the most salt sea. This is the possession of the tribe of the children of Ephraim by their families.

8. καὶ ἀπὸ Ταφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανα καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν αὕτη ἡ κληρονομία φυλῆς Εφραιμ κατὰ δήμους αὐτῶν

9. And there were cities with their villages separated for the children of Ephraim in the midst of the possession of the children of Manasses.

9. καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Εφραιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασση πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν

10. And the children of Ephraim slew not the Chanaanite, who dwelt in Gazer: and the Chanaanite dwelt in the midst of Ephraim until this day, paying tribute.

10. καὶ οὐκ ἀπώλεσεν Εφραιμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Εφραιμ ἕως τῆς ἡμέρας ταύτης ἕως ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζερ ἐξεκέντησαν καὶ ἔδωκεν αὐτὴν Φαραω ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ



Die Bibel in einem Jahr lesen

Werde Teil unserer Community und lese die gesamte Bibel in 365 Tagen. Ein strukturierter und inspirierender Weg, deinen Glauben und deine Bibelkenntnis zu vertiefen.