Mosaico decorativo

1. And the word of the Lord came to me, saying:

1. []

2. Go, and cry in the ears of Jerusalem, saying: Thus saith the Lord: I have remembered thee, pitying thy soul, pitying thy youth, and the love of thy espousals, when thou followedst me in the desert, in a land that is not sown.

2. καὶ εἶπεν τάδε λέγει κύριος ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ισραηλ λέγει κύριος

3. Israel is holy to the Lord, the first fruits of his increase: all they that devour him offend: evils shall come upon them, saith the Lord.

3. ἅγιος Ισραηλ τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν κακὰ ἥξει ἐπ’ αὐτούς φησὶν κύριος

4. Hear ye the word of the Lord, O house of Jacob, and all ye families of the house of Israel.

4. ἀκούσατε λόγον κυρίου οἶκος Ιακωβ καὶ πᾶσα πατριὰ οἴκου Ισραηλ

5. Thus saith the Lord: What iniquity have your fathers found in me, that they are gone far from me, and have walked after vanity, and are become vain?

5. τάδε λέγει κύριος τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα ὅτι ἀπέστησαν μακρὰν ἀπ’ ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν

6. And they have not said: Where is the Lord, that made us come up out of the land of Egypt? that led us through the desert, through a land uninhabited and unpassable, through a land of drought, and the image of death, through a land wherein no man walked, nor any man dwelt?

6. καὶ οὐκ εἶπαν ποῦ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ ἐν γῇ ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου

7. And I brought you into the land of Carmel, to eat the fruit thereof, and the best things thereof: ad when ye entered in, you defiled my land, and made my inheritance an abomination.

7. καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα

8. The priests did not say: Where is the Lord? and they that held the law knew me not, and the pastors transgressed against me: and the prophets prophesied in Baal, and followed idols.

8. οἱ ἱερεῖς οὐκ εἶπαν ποῦ ἐστιν κύριος καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βααλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν

9. Therefore will I yet contend in judgement with you, saith the Lord, and I will plead with your children.

9. διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει κύριος καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι

10. Pass over to the isles of Cethim, and see: and send into Cedar, and consider diligently: and see if there hath been done any thing like this.

10. διότι διέλθετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σφόδρα καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα

11. If a nation hath changed their gods, and indeed they are not gods,: but my people have changed their glory into an idol.

11. εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν καὶ οὗτοι οὔκ εἰσιν θεοί ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ ἐξ ἧς οὐκ ὠφεληθήσονται

12. Be astonished, O ye heavens, at this, and ye gates thereof, be very desolate, saith the Lord.

12. ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα λέγει κύριος

13. For my people have done two evils. They have forsaken me, the fountain of living water, and have digged to themselves cisterns, broken cisterns, that can hold no water.

13. ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν

14. Is Israel a bondman, or a homeborn slave? why then is he become prey?

14. μὴ δοῦλός ἐστιν Ισραηλ ἢ οἰκογενής ἐστιν διὰ τί εἰς προνομὴν ἐγένετο

15. The lions have roared upon him, and have made a noise, they have made his land a wilderness: his cities are burnt down and there is none to dwell in them.

15. ἐπ’ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι

16. The children also of Memphis, and of Taphnes have deflowered thee, even to the crown of the head.

16. καὶ υἱοὶ Μέμφεως καὶ Ταφνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου

17. Hath not this been done to thee, because thou hast forsaken the Lord thy God at that time, when he led thee by the way?

17. οὐχὶ ταῦτα ἐποίησέν σοι τὸ καταλιπεῖν σε ἐμέ λέγει κύριος ὁ θεός σου

18. And now what hast thou to do in the way of Egypt, to drink the troubled water? And what hast thou to do with the way of the Assyrians, to drink the water of the river?

18. καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηων καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν

19. Thy own wickedness shall reprove thee, and thy apostasy shall rebuke thee. Know thou, and see that it is an evil and a bitter thing for thee, to have left the Lord thy God, and that my fear is not with thee, saith the Lord the God of hosts.

19. παιδεύσει σε ἡ ἀποστασία σου καὶ ἡ κακία σου ἐλέγξει σε καὶ γνῶθι καὶ ἰδὲ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ λέγει κύριος ὁ θεός σου καὶ οὐκ εὐδόκησα ἐπὶ σοί λέγει κύριος ὁ θεός σου

20. Of old time thou hast broken my yoke, thou hast burst my bands, and thou saidst: I will not serve. For on every high hill, and under every green tree thou didst prostitute thyself.

20. ὅτι ἀπ’ αἰῶνος συνέτριψας τὸν ζυγόν σου διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας οὐ δουλεύσω ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου

21. Yet I planted thee a chosen vineyard, all true seed: how then art thou turned unto me into that which is good for nothing, O strange vineyard?

21. ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία

22. Though thou wash thyself with nitre, and multiply to thyself the herb borith, thou art stained in thy iniquity before me, saith the Lord God.

22. ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ λέγει κύριος

23. How canst thou say: I am not polluted, and I have not walked after Baalim? see thy ways in the valley, know what thou hast done: as a swift runner pursuing his course.

23. πῶς ἐρεῖς οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς Βααλ οὐκ ἐπορεύθην ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν τὰς ὁδοὺς αὐτῆς

24. A wild ass accustomed to the wilderness in the desire of his heart, snuffed up the wind of his love: none shall turn her away: all that seek her shall not fail: in her monthly filth they shall find her.

24. ἐπλάτυνεν ἐφ’ ὕδατα ἐρήμου ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο παρεδόθη τίς ἐπιστρέψει αὐτήν πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν

25. Keep thy foot from being bare, and thy throat from thirst. But thou saidst: I have lost all hope, I will not do it: for I have loved strangers, and I will walk after them.

25. ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους ἡ δὲ εἶπεν ἀνδριοῦμαι ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο

26. As the thief is confounded when he is taken, so is the house of Israel confounded, they and their kings, their princes and their priests, and their prophets.

26. ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν

27. Saying to a stock: Thou art my father: and to a stone: thou hast begotten me: they have turned their back to me, and not their face: and in the time of their affliction they will say: Arise, and deliver us.

27. τῷ ξύλῳ εἶπαν ὅτι πατήρ μου εἶ σύ καὶ τῷ λίθῳ σὺ ἐγέννησάς με καὶ ἔστρεψαν ἐπ’ ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν ἀνάστα καὶ σῶσον ἡμᾶς

28. Where are the gods, whom thou hast made thee? let them arise and deliver thee in the time of thy affliction: for according to the number of thy cities were thy gods, O Juda.

28. καὶ ποῦ εἰσιν οἱ θεοί σου οὓς ἐποίησας σεαυτῷ εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρῷ τῆς κακώσεώς σου ὅτι κατ’ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ιουδα καὶ κατ’ ἀριθμὸν διόδων τῆς Ιερουσαλημ ἔθυον τῇ Βααλ

29. Why will you contend with me in judgement? you have all forsaken me, saith the Lord.

29. ἵνα τί λαλεῖτε πρός με πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ λέγει κύριος

30. In vain have I struck your children, they have not received correction: your sword hath devoured your prophets, your generation is like a ravaging lion.

30. μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν παιδείαν οὐκ ἐδέξασθε μάχαιρα κατέφαγεν τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλεθρεύων καὶ οὐκ ἐφοβήθητε

31. See ye the word of the Lord: Am I become a wilderness to Israel, or a lateward springing land? why then have my people said: We are revolted, we will come to thee no more.

31. ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος μὴ ἔρημος ἐγενόμην τῷ Ισραηλ ἢ γῆ κεχερσωμένη διὰ τί εἶπεν ὁ λαός μου οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι

32. Will a virgin forget her ornament, or a bride her stomacher? but my people hath forgotten me days without number.

32. μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός

33. Why dost thou endeavor to shew thy way good to seek my love, thou who has also taught thy malices to be thy ways,

33. τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν οὐχ οὕτως ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου

34. And in thy skirts is found the blood of the souls of the poor and innocent? not in ditches have I found them, but in all places, which I mentioned before.

34. καὶ ἐν ταῖς χερσίν σου εὑρέθησαν αἵματα ψυχῶν ἀθῴων οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς ἀλλ’ ἐπὶ πάσῃ δρυί

35. And thou hast said: I am without sin and am innocent: and therefore let thy anger be turned away from me. Behold, I will contend with thee in judgement, because thou hast said: I have not sinned.

35. καὶ εἶπας ἀθῷός εἰμι ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ’ ἐμοῦ ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε οὐχ ἥμαρτον

36. How exceeding base art thou become, going the same ways over again! and thou shalt be ashamed of Egypt, as thou wast ashamed of Assyria.

36. τί κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ καθὼς κατῃσχύνθης ἀπὸ Ασσουρ

37. For from thence thou shalt go, and thy hand shall be upon thy head: for the Lord hath destroyed thy trust, and thou shalt have nothing prosperous therein.

37. ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου ὅτι ἀπώσατο κύριος τὴν ἐλπίδα σου καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ



Die Bibel in einem Jahr lesen

Werde Teil unserer Community und lese die gesamte Bibel in 365 Tagen. Ein strukturierter und inspirierender Weg, deinen Glauben und deine Bibelkenntnis zu vertiefen.