Mosaico decorativo

1. And now thus saith the Lord that created thee, O Jacob, and formed thee, O Israel: Fear not, for I have redeemed thee, and called thee by thy name: thou art mine.

1. καὶ νῦν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε Ιακωβ ὁ πλάσας σε Ισραηλ μὴ φοβοῦ ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ ὄνομά σου ἐμὸς εἶ σύ

2. When thou shalt pass through the waters, I will be with thee, and the rivers shall not cover thee: when thou shalt walk in the fire, thou shalt not be burnt, and the flames shall not burn in thee:

2. καὶ ἐὰν διαβαίνῃς δι’ ὕδατος μετὰ σοῦ εἰμι καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε καὶ ἐὰν διέλθῃς διὰ πυρός οὐ μὴ κατακαυθῇς φλὸξ οὐ κατακαύσει σε

3. For I am the Lord thy God, the Holy One of Israel, thy Saviour: I have given Egypt for thy atonement, Ethiopia and Saba for thee.

3. ὅτι ἐγὼ κύριος ὁ θεός σου ὁ ἅγιος Ισραηλ ὁ σῴζων σε ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ

4. Since thou becamest honourable in my eyes, thou art glorious: I have loved thee, and I will give men for thee, and people for thy life.

4. ἀφ’ οὗ ἔντιμος ἐγένου ἐναντίον μου ἐδοξάσθης κἀγώ σε ἠγάπησα καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου

5. Fear not, for I am with thee: I will. bring thy seed from the east, and gather thee from the west.

5. μὴ φοβοῦ ὅτι μετὰ σοῦ εἰμι ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε

6. I will say to the north: Give up: and to the south: Keep not back: bring my sons from afar, and my daughters from the ends of the earth.

6. ἐρῶ τῷ βορρᾷ ἄγε καὶ τῷ λιβί μὴ κώλυε ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ’ ἄκρων τῆς γῆς

7. And every one that calleth upon my name, I have created him for my glory, I have formed him, and made him.

7. πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα αὐτόν

8. Bring forth the people that are blind, and have eyes: that are deaf, and have ears.

8. καὶ ἐξήγαγον λαὸν τυφλόν καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί καὶ κωφοὶ τὰ ὦτα ἔχοντες

9. All the nations are assembled together, and the tribes are gathered: who among you can declare this, and shall make us hear the former things? let them bring forth their witnesses, let them be justified, and hear, and say: It is truth.

9. πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν τίς ἀναγγελεῖ ταῦτα ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ

10. You are my witnesses, saith the Lord, and my servant whom I have chosen: that you may know, and believe me, and understand that I myself am. Before me there was no God formed, and after me there shall be none.

10. γένεσθέ μοι μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος ὁ θεός καὶ ὁ παῖς ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ’ ἐμὲ οὐκ ἔσται

11. I am, I am the Lord: and there is no saviour besides me.

11. ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν πάρεξ ἐμοῦ σῴζων

12. I have declared, and have saved. I have made it heard, and there was no strange one among you. You are my witnesses, saith the Lord, and I am God.

12. ἀνήγγειλα καὶ ἔσωσα ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος ὑμεῖς ἐμοὶ μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος ὁ θεός

13. And from the beginning I am the same, and there is none that can deliver out of my hand: I will work, and who shall turn it away?

13. ἔτι ἀπ’ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος ποιήσω καὶ τίς ἀποστρέψει αὐτό

14. Thus saith the Lord your redeemer, the Holy One of Israel: For your sake I sent to Babylon, and have brought down all their bars, and the Chaldeans glorying in their ships.

14. οὕτως λέγει κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος Ισραηλ ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ πάντας φεύγοντας καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται

15. I am the Lord your Holy One, the Creator of Israel, your King.

15. ἐγὼ κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν ὁ καταδείξας Ισραηλ βασιλέα ὑμῶν

16. Thus saith the Lord, who made a way in the sea, and a path in the mighty waters.

16. οὕτως λέγει κύριος ὁ διδοὺς ὁδὸν ἐν θαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον

17. Who brought forth the chariot and the horse, the army and the strong: they lay down to sleep together, and they shall not rise again: they are broken as flax, and are extinct.

17. ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν ἀλλὰ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον

18. Remember not former things, and look not on things of old.

18. μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε

19. Behold I do new things, and now they shall spring forth, verily you shall know them: I will make a way in the wilderness, and rivers in the desert.

19. ἰδοὺ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ καὶ γνώσεσθε αὐτά καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς

20. The beast of the field shall glorify me, the dragons and the ostriches: because I have given waters in the wilderness, rivers in the desert, to give drink to my people, to my chosen.

20. εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ σειρῆνες καὶ θυγατέρες στρουθῶν ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν

21. This people have I formed for my- self, they shall shew forth my praise.

21. λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι

22. But thou hast not called upon me, O Jacob, neither hast thou laboured about me, O Israel.

22. οὐ νῦν ἐκάλεσά σε Ιακωβ οὐδὲ κοπιᾶσαί σε ἐποίησα Ισραηλ

23. Thou hast not offered me the ram of thy holocaust, nor hast thou glorified me with thy victims: I have not caused thee to serve with oblations, nor wearied thee with incense.

23. οὐκ ἐμοὶ πρόβατα τῆς ὁλοκαρπώσεώς σου οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ

24. Thou hast bought me no sweet cane with money, neither hast thou filled me with the fat of thy victims. But thou hast made me to serve with thy sins, thou hast wearied me with thy iniquities.

24. οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου

25. I am, I am he that blot out thy iniquities for my own sake, and I will not remember thy sins.

25. ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μὴ μνησθήσομαι

26. Put me in remembrance, and let us plead together: tell if thou hast any thing to justify thyself.

26. σὺ δὲ μνήσθητι καὶ κριθῶμεν λέγε σὺ τὰς ἀνομίας σου πρῶτος ἵνα δικαιωθῇς

27. Thy brat father sinned, and thy teachers have transgressed against me.

27. οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες αὐτῶν ἠνόμησαν εἰς ἐμέ

28. And I have profaned the holy princes, I have given Jacob to slaughter, and Israel to reproach.

28. καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου καὶ ἔδωκα ἀπολέσαι Ιακωβ καὶ Ισραηλ εἰς ὀνειδισμόν



Die Bibel in einem Jahr lesen

Werde Teil unserer Community und lese die gesamte Bibel in 365 Tagen. Ein strukturierter und inspirierender Weg, deinen Glauben und deine Bibelkenntnis zu vertiefen.