Judite, 7
1. No dia seguinte, Holofernes ordenou às suas tropas que tomassem de assalto Betúlia.
1. τῇ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ
2. Havia cento e setenta mil soldados de infantaria e doze mil cavaleiros, além dos homens de armas que tinha aprisionado e dos jovens que tinha levado das províncias e das cidades.
2. καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς πλῆθος πολὺ σφόδρα
3. Prepararam-se todos para combater contra os israelitas e partiram pela encosta da montanha até o cume que olha para Dotain, desde o lugar chamado Belbaima até Quiamon, que está fronteiro a Esdrelão.
3. καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαϊμ ἕως Βελβαιμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος ἥ ἐστιν ἀπέναντι τοῦ Εσδρηλων
4. Quando os israelitas viram aquela multidão, prostraram-se por terra e cobriram de cinzas as suas cabeças, orando em comum ao Deus de Israel para que fizesse misericórdia ao seu povo.
4. οἱ δὲ υἱοὶ Ισραηλ ὡς εἶδον αὐτῶν τὸ πλῆθος ἐταράχθησαν σφόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν
5. Tomando então as suas armas de guerra, postaram-se nos lugares em que caminhos estreitos conduziam às passagens entre os montes e ali montaram guarda noite e dia.
5. καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην
6. Entretanto, ao fazer uma ronda pelos arredores, Holofernes descobriu ao sul da cidade a fonte que a abastecia por meio de um aqueduto e mandou cortá-lo.
6. τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ολοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ισραηλ οἳ ἦσαν ἐν Βαιτυλουα
7. Havia, entretanto, não longe dos muros, algumas fontes aonde iam furtivamente os sitiados buscar água, mais para aliviar um pouco a sede que para beber.
7. καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν καὶ τὰς πηγὰς τῶν ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ
8. Então, os amonitas e os moabitas foram dizer a Holofernes: “Os israelitas não confiam nem nas lanças nem nas flechas, mas são defendidos pelas montanhas e sua verdadeira força são as colinas escarpadas.
8. καὶ προσελθόντες αὐτῷ πάντες ἄρχοντες υἱῶν Ησαυ καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωαβ καὶ οἱ στρατηγοὶ τῆς παραλίας εἶπαν
9. Para que possas vencê-los sem combate, põe guardas às fontes, para não buscarem água ali e os matareis sem golpes de espada. Ou, pelo menos, esgotados pela sede, entregarão a cidade, a qual, por estar situada nas montanhas, julgavam inexpugnável”.
9. ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου
10. Essa sugestão agradou a Holofernes e aos seus oficiais e ele mandou que cada fonte fosse vigiada por um contingente de cem homens.
10. ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ισραηλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν ἀλλ’ ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς οὐ γάρ ἐστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν
11. Passados vinte dias de guarda, secaram-se as fontes e os poços de Betúlia e os habitantes que recebiam cotidianamente a sua medida de água não a tiveram mais nem sequer para um dia.
11. καὶ νῦν δέσποτα μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς
12. Então, reuniram-se todos os homens, mulheres, jovens e crianças ao redor de Ozias e disseram-lhe a uma voz:
12. ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους
13. “Deus seja juiz entre nós e ti, pois, recusando negociar a paz com os assírios, atraíste a desgraça sobre nós; e por isso entregou-nos Deus nas suas mãos.
13. διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουα καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ’ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα
14. Também por isso não há quem nos socorra, estando nós aos seus olhos esgotados pela sede.
14. καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπ’ αὐτοὺς καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν
15. Agora, pois, reúne todos os que estão na cidade e entreguemo-nos espontaneamente aos homens de Holofernes.
15. καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν ἀνθ’ ὧν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ
16. É melhor que bendigamos a Deus no cativeiro, vivos, do que morrer vergonhosamente diante de todos os homens, vendo morrer sob os nossos olhos nossas mulheres e nossos filhos.
16. καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ολοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ καὶ συνέταξε ποιεῖν καθὰ ἐλάλησαν
17. O céu e a terra nos são testemunhas, assim como o Deus de nossos pais que toma vingança de nossos pecados: entrega sem demora a cidade ao exército de Holofernes, para que o fio de espada abrevie o nosso fim, retardado pelo ardor da sede!”.
17. καὶ ἀπῆρεν παρεμβολὴ υἱῶν Αμμων καὶ μετ’ αὐτῶν χιλιάδες πέντε υἱῶν Ασσουρ καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ισραηλ
18. Tendo eles assim falado, levantou-se um grande pranto e gritos lancinantes na assembleia e a sua voz elevou-se para Deus durante várias horas:
18. καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαϊμ καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ ἥ ἐστιν πλησίον Χους ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμουρ καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα
19. “Pecamos – diziam eles –, nós e nossos pais cometemos a injustiça e a iniquidade.
19. καὶ οἱ υἱοὶ Ισραηλ ἀνεβόησαν πρὸς κύριον θεὸν αὐτῶν ὅτι ὠλιγοψύχησεν τὸ πνεῦμα αὐτῶν ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν
20. Vós, que sois bom, tende piedade de nós, ou então que vossos castigos tomem vingança de nossas iniquidades; mas não entregueis os que vos invocam a um povo que não vos conhece,
20. καὶ ἔμεινεν κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ασσουρ οἱ πεζοὶ καὶ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν ἡμέρας τριάκοντα τέσσαρας καὶ ἐξέλιπεν πάντας τοὺς κατοικοῦντας Βαιτυλουα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων
21. para que se não diga entre os pagãos: Onde está o seu Deus?”.
21. καὶ οἱ λάκκοι ἐξεκενοῦντο καὶ οὐκ εἶχον πιεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πιεῖν
22. Fatigados enfim de gritar e de chorar, eles se calaram.
22. καὶ ἠθύμησεν τὰ νήπια αὐτῶν καὶ αἱ γυναῖκες καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς
23. Ozias levantou-se então banhado em lágrimas: “Coragem, meus irmãos!” – disse ele. – “Esperemos ainda cinco dias a misericórdia do Senhor.
23. καὶ ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Οζιαν καὶ τοὺς ἄρχοντας τῆς πόλεως οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία καὶ ἀνεβόησαν φωνῇ μεγάλῃ καὶ εἶπαν ἐναντίον πάντων τῶν πρεσβυτέρων
24. Talvez se aplaque a sua cólera e dê glória ao seu nome.
24. κρίναι ὁ θεὸς ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ υἱῶν Ασσουρ
25. Entretanto, se depois de cinco dias não nos chegar socorro algum, faremos o que propusestes.”
25. καὶ νῦν οὐκ ἔστιν ὁ βοηθὸς ἡμῶν ἀλλὰ πέπρακεν ἡμᾶς ὁ θεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ
26.
26. καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ολοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ
27.
27. κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν ἐσόμεθα γὰρ εἰς δούλους καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν
28.
28. μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν θεὸν ἡμῶν καὶ κύριον τῶν πατέρων ἡμῶν ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον
29.
29. καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδόν καὶ ἐβόησαν πρὸς κύριον τὸν θεὸν φωνῇ μεγάλῃ
30.
30. καὶ εἶπεν πρὸς αὐτοὺς Οζιας θαρσεῖτε ἀδελφοί διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας ἐν αἷς ἐπιστρέψει κύριος ὁ θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος
31.
31. ἐὰν δὲ διέλθωσιν αὗται καὶ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς βοήθεια ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν
32.
32. καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἀπέστειλαν καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει
Bíblia Ave Maria - Alle Rechte vorbehalten.
