1. ἀλήθειαν λέγω ἐν χριστῶ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ,

2. ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.

3. ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα,

4. οἵτινές εἰσιν ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι,

5. ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ χριστὸς τὸ κατὰ σάρκα· ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.

6. οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ ἰσραήλ, οὖτοι ἰσραήλ·

7. οὐδ᾽ ὅτι εἰσὶν σπέρμα ἀβραάμ, πάντες τέκνα, ἀλλ᾽, ἐν ἰσαὰκ κληθήσεταί σοι σπέρμα.

8. τοῦτ᾽ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα·

9. ἐπαγγελίας γὰρ ὁ λόγος οὖτος, κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ σάρρᾳ υἱός.

10. οὐ μόνον δέ, ἀλλὰ καὶ ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, ἰσαὰκ τοῦ πατρὸς ἡμῶν·

11. μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ᾽ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ,

12. οὐκ ἐξ ἔργων ἀλλ᾽ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι ὁ μείζων δουλεύσει τῶ ἐλάσσονι·

13. καθὼς γέγραπται, τὸν ἰακὼβ ἠγάπησα, τὸν δὲ ἠσαῦ ἐμίσησα.

14. τί οὗν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῶ θεῶ; μὴ γένοιτο·

15. τῶ μωϊσεῖ γὰρ λέγει, ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.

16. ἄρα οὗν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ.

17. λέγει γὰρ ἡ γραφὴ τῶ φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.

18. ἄρα οὗν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.

19. ἐρεῖς μοι οὗν, τί [οὗν] ἔτι μέμφεται; τῶ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;

20. ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῶ θεῶ; μὴ ἐρεῖ τὸ πλάσμα τῶ πλάσαντι, τί με ἐποίησας οὕτως;

21. ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;

22. εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,

23. καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν,

24. οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;

25. ὡς καὶ ἐν τῶ ὡσηὲ λέγει, καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·

26. καὶ ἔσται ἐν τῶ τόπῳ οὖ ἐρρέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.

27. ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ ἰσραήλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται·

28. λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς.

29. καὶ καθὼς προείρηκεν ἠσαΐας, εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς σόδομα ἂν ἐγενήθημεν καὶ ὡς γόμορρα ἂν ὡμοιώθημεν.

30. τί οὗν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·

31. ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν.

32. διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ᾽ ὡς ἐξ ἔργων· προσέκοψαν τῶ λίθῳ τοῦ προσκόμματος,

33. καθὼς γέγραπται, ἰδοὺ τίθημι ἐν σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῶ οὐ καταισχυνθήσεται.



Livros sugeridos


“Seja perseverante nas orações e nas santas leituras.” São Padre Pio de Pietrelcina

Newsletter

Receba as novidades, artigos e noticias deste portal.