1. συνίστημι δὲ ὑμῖν φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὗσαν [καὶ] διάκονον τῆς ἐκκλησίας τῆς ἐν κεγχρεαῖς,

2. ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.

3. ἀσπάσασθε πρίσκαν καὶ ἀκύλαν τοὺς συνεργούς μου ἐν χριστῶ ἰησοῦ,

4. οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,

5. καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ἀσίας εἰς χριστόν.

6. ἀσπάσασθε μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς.

7. ἀσπάσασθε ἀνδρόνικον καὶ ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν χριστῶ.

8. ἀσπάσασθε ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ.

9. ἀσπάσασθε οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν χριστῶ καὶ στάχυν τὸν ἀγαπητόν μου.

10. ἀσπάσασθε ἀπελλῆν τὸν δόκιμον ἐν χριστῶ. ἀσπάσασθε τοὺς ἐκ τῶν ἀριστοβούλου.

11. ἀσπάσασθε ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.

12. ἀσπάσασθε τρύφαιναν καὶ τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.

13. ἀσπάσασθε ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.

14. ἀσπάσασθε ἀσύγκριτον, φλέγοντα, ἑρμῆν, πατροβᾶν, ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.

15. ἀσπάσασθε φιλόλογον καὶ ἰουλίαν, νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.

16. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ χριστοῦ.

17. παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ᾽ αὐτῶν·

18. οἱ γὰρ τοιοῦτοι τῶ κυρίῳ ἡμῶν χριστῶ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων.

19. ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφ᾽ ὑμῖν οὗν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.

20. ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ μεθ᾽ ὑμῶν.

21. ἀσπάζεται ὑμᾶς τιμόθεος ὁ συνεργός μου, καὶ λούκιος καὶ ἰάσων καὶ σωσίπατρος οἱ συγγενεῖς μου.

22. ἀσπάζομαι ὑμᾶς ἐγὼ τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.

23. ἀσπάζεται ὑμᾶς γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ κούαρτος ὁ ἀδελφός.

24. []

25. [τῶ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα ἰησοῦ χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου

26. φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος,

27. μόνῳ σοφῶ θεῶ διὰ ἰησοῦ χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.]



Livros sugeridos


“O Senhor se comunica conosco à medida que nos libertamos do nosso apego aos sentidos, que sacrificamos nossa vontade própria e que edificamos nossa vida na humildade.” São Padre Pio de Pietrelcina

Newsletter

Receba as novidades, artigos e noticias deste portal.