1. καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ

2. οἳ ἦλθον μετὰ Ζοροβαβελ Ἰησοῦς Νεεμιας Σαραιας Ρεελιας Μαρδοχαιος Βαλασαν Μασφαρ Βαγουι Ρεουμ Βαανα ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ

3. υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο

4. υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο

5. υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε

6. υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο

7. υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες

8. υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε

9. υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα

10. υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο

11. υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς

12. υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο

13. υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ

14. υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ

15. υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες

16. υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ

17. υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς

18. υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο

19. υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς

20. υἱοὶ Γαβερ ἐνενήκοντα πέντε

21. υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς

22. υἱοὶ Νετωφα πεντήκοντα ἕξ

23. υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ

24. υἱοὶ Ασμωθ τεσσαράκοντα δύο

25. υἱοὶ Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς

26. υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς

27. ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο

28. ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρεῖς

29. υἱοὶ Ναβου πεντήκοντα δύο

30. υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ

31. υἱοὶ Ηλαμ-αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες

32. υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι

33. υἱοὶ Λοδ Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε

34. υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε

35. υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα

36. καὶ οἱ ἱερεῖς υἱοὶ Ιεδουα τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς

37. υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο

38. υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά

39. υἱοὶ Ηρεμ χίλιοι ἑπτά

40. καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιηλ τοῖς υἱοῖς Ωδουια ἑβδομήκοντα τέσσαρες

41. οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ

42. υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβαου οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα

43. οἱ ναθιναῖοι υἱοὶ Σουια υἱοὶ Ασουφε υἱοὶ Ταβαωθ

44. υἱοὶ Κηραος υἱοὶ Σωηα υἱοὶ Φαδων

45. υἱοὶ Λαβανω υἱοὶ Αγαβα υἱοὶ Ακαβωθ

46. υἱοὶ Αγαβ υἱοὶ Σαμαλαι υἱοὶ Αναν

47. υἱοὶ Κεδελ υἱοὶ Γαερ υἱοὶ Ρεηα

48. υἱοὶ Ρασων υἱοὶ Νεκωδα υἱοὶ Γαζεμ

49. υἱοὶ Ουσα υἱοὶ Φαση υἱοὶ Βασι

50. υἱοὶ Ασενα υἱοὶ Μαωνιμ υἱοὶ Ναφισων

51. υἱοὶ Βακβουκ υἱοὶ Ακιφα υἱοὶ Αρουρ

52. υἱοὶ Βασαλωθ υἱοὶ Μαουδα υἱοὶ Αρησα

53. υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θεμα

54. υἱοὶ Νασουε υἱοὶ Ατουφα

55. υἱοὶ Αβδησελμα υἱοὶ Σατι υἱοὶ Ασεφηραθ υἱοὶ Φαδουρα

56. υἱοὶ Ιεηλα υἱοὶ Δαρκων υἱοὶ Γεδηλ

57. υἱοὶ Σαφατια υἱοὶ Ατιλ υἱοὶ Φαχεραθ-ασεβωιν υἱοὶ Ημι

58. πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο

59. καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ Θελαρησα Χαρουβ Ηδαν Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν

60. υἱοὶ Δαλαια υἱοὶ Βουα υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι πεντήκοντα δύο

61. καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Χαβια υἱοὶ Ακους υἱοὶ Βερζελλαι ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν

62. οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ καὶ οὐχ εὑρέθησαν καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας

63. καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις

64. πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα

65. χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι

66. ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε

67. κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι

68. καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ

69. ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν μναῖ ἓξ μυριάδες καὶ χίλιαι καὶ ἀργύριον μναῖ πεντακισχίλιαι καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν

70. καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν



Livros sugeridos


“Devemos odiar os nossos pecados, visto que o amor ao Senhor significa paz”. São Padre Pio de Pietrelcina

Newsletter

Receba as novidades, artigos e noticias deste portal.