Fondare 552 Risultati per: Κύριε

  • καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου ὅτι σὺ εἶ κύριέ μου κύριε ἐλάλησας καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα (II Samuel 7, 29)

  • καὶ ἀνηγγέλη Δαυιδ λέγοντες καὶ Αχιτοφελ ἐν τοῖς συστρεφομένοις μετὰ Αβεσσαλωμ καὶ εἶπεν Δαυιδ διασκέδασον δὴ τὴν βουλὴν Αχιτοφελ κύριε ὁ θεός μου (II Samuel 15, 31)

  • καὶ εἶπεν κύριε πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί (II Samuel 22, 2)

  • ὅτι σὺ ὁ λύχνος μου κύριε καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου (II Samuel 22, 29)

  • διὰ τοῦτο ἐξομολογήσομαί σοι κύριε ἐν τοῖς ἔθνεσιν καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ (II Samuel 22, 50)

  • καὶ εἶπεν ἵλεώς μοι κύριε τοῦ ποιῆσαι τοῦτο εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί (II Samuel 23, 17)

  • καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν καὶ εἶπεν Δαυιδ πρὸς κύριον ἥμαρτον σφόδρα ὃ ἐποίησα νῦν κύριε παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου ὅτι ἐμωράνθην σφόδρα (II Samuel 24, 10)

  • καὶ νῦν κύριε ὁ θεός μου σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου (I Reis 3, 7)

  • καὶ εἶπεν ἡ γυνὴ ἡ μία ἐν ἐμοί κύριε ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ (I Reis 3, 17)

  • καὶ ἀπεκρίθη ἡ γυνή ἧς ἦν ὁ υἱὸς ὁ ζῶν καὶ εἶπεν πρὸς τὸν βασιλέα ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς καὶ εἶπεν ἐν ἐμοί κύριε δότε αὐτῇ τὸ παιδίον καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν καὶ αὕτη εἶπεν μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω διέλετε (I Reis 3, 26)

  • καὶ εἶπεν κύριε ὁ θεὸς Ισραηλ οὐκ ἔστιν ὡς σὺ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ (I Reis 8, 23)

  • καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ φύλαξον τῷ δούλῳ σου τῷ Δαυιδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ισραηλ πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιον ἐμοῦ καθὼς ἐπορεύθης ἐνώπιον ἐμοῦ (I Reis 8, 25)


“A maior alegria de um pai é que os filhos se amem, formem um só coração e uma só alma. Não fostes vós que me escolhestes, mas o pai celeste que, na minha primeira missa, me fez ver todos os filhos que me confiava”.(P.e Pio) São Padre Pio de Pietrelcina