Löydetty 188 Tulokset: Σιων

  • καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν Ἀσσυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ (Isaías 10, 12)

  • διὰ τοῦτο τάδε λέγει κύριος σαβαωθ μὴ φοβοῦ ὁ λαός μου οἱ κατοικοῦντες ἐν Σιων ἀπὸ Ἀσσυρίων ὅτι ἐν ῥάβδῳ πατάξει σε πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου (Isaías 10, 24)

  • σήμερον ἐν ὁδῷ τοῦ μεῖναι τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιων καὶ οἱ βουνοὶ οἱ ἐν Ιερουσαλημ (Isaías 10, 32)

  • ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιων ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆς (Isaías 12, 6)

  • καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν ὅτι κύριος ἐθεμελίωσεν Σιων καὶ δι’ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ (Isaías 14, 32)

  • ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων (Isaías 16, 1)

  • ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα κυρίῳ σαβαωθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον ἔθνος ἐλπίζον καὶ καταπεπατημένον ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ εἰς τὸν τόπον οὗ τὸ ὄνομα κυρίου σαβαωθ ἐπεκλήθη ὄρος Σιων (Isaías 18, 7)

  • τὸ ῥῆμα τῆς φάραγγος Σιων τί ἐγένετό σοι νῦν ὅτι ἀνέβητε πάντες εἰς δώματα (Isaías 22, 1)

  • ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαωθ ἐν φάραγγι Σιων πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη (Isaías 22, 5)

  • καὶ τακήσεται ἡ πλίνθος καὶ πεσεῖται τὸ τεῖχος ὅτι βασιλεύσει κύριος ἐν Σιων καὶ ἐν Ιερουσαλημ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται (Isaías 24, 23)

  • εὐλογήσουσίν σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιων ἀπὸ ἀνθρώπων ἀσεβῶν οἷς ἡμᾶς παρέδωκας (Isaías 25, 5)

  • διὰ τοῦτο οὕτως λέγει κύριος ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιων λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ (Isaías 28, 16)


“Um dia você verá surgir o infalível triunfo da justiça Divina sobre a injustiça humana”. São Padre Pio de Pietrelcina